101
βαρβάρων καὶ δειλιάσας ἔπεμψε πρὸς τοὺς ἄρχοντας αὐτῶν μεμφόμενος αὐτούς, ὅτι ἔνσπονδοι Ῥωμαίων ὄντες ὅπλα κατ' αὐτῶν ἐκίνησαν, ἀξιῶν δὲ τὴν εἰρήνην κρατύνεσθαι καὶ 209 ὅρκοις βεβαιοῦσθαι. οἱ δὲ βάρβαροι χλευάσαντες τὰ εἰρημένα ἔφησαν· "ἐπειδὴ Σέργιος εἰς τὰ εὐαγγέλια ὀμόσας καλῶς ἐφύλαξε τοὺς ὅρκους ἀποκτείνας τοὺς ὀγδοήκοντα, πῶς νῦν ὑμῶν πιστεύσομεν τοὺς ὅρκους;" πολέμου δὲ κροτηθέντος, τρέπονται οἱ Ῥωμαῖοι. τοῦ δὲ ἵππου ὀκλάσαντος κτείνεται Σολόμων, καὶ οἱ τούτου δορυφόροι, Σέργιος δέ, ὁ τούτου ἀνεψιός, τὴν τῆς Λιβύης ἀρχὴν ὑπὸ τοῦ βασιλέως ἐνεχειρίσθη. Ἰωάννης δὲ ὁ Σισιννιόλου καὶ οἱ λοιποὶ ἄρχοντες μῖσος πρὸς τὸν Σέργιον μέγα ἐκίνησαν, ὥστε μηδὲ ὅπλα κατὰ τῶν ἐχθρῶν αἴρειν βούλεσθαι. καὶ οἱ βάρβαροι ἀδεῶς πάντα ἐληΐζοντο. Ἀντάλας δὲ ἔγραψε τῷ βασιλεῖ Ἰουστινιανῷ, ὅτι "πάντες Μαυρούσιοι τὴν σὴν φιλίαν καὶ δουλείαν αἱροῦνται, ἀλλὰ τὴν Σολόμωνος καὶ τῶν τούτου ἀνεψιῶν βιαίαν ἐπαγωγὴν οὐχ ὑποφέροντες ἐτυράννησαν. τούτους παράστειλον, καὶ εἰρήνη Ῥωμαίοις καὶ Μαυρουσίοις συνίσταται." ὁ δὲ βασιλεὺς τοῦτο ποιῆσαι οὐ κατεδέξατο· ὁ δὲ Ἀντάλας καὶ ὁ τῶν Μαυρουσίων στρατὸς συνήχθησαν αὖθις ἐν Βυζακίῳ, καὶ σὺν αὐτοῖς Στότζας στρατιώτας ὀλίγους καὶ Οὐανδήλους ἔχων. οἱ δὲ Λίβυες παρεκάλουν Ἰωάννην τὸν Σισιννιόλου στράτευμα ἀγεῖραι καὶ κατὰ τῶν πολεμίων χωρῆσαι σὺν Ἱμερίῳ, τῷ ἄρχοντι τῶν ἐν Βυζακίῳ καταλόγων. ὁ δὲ λαβὼν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους ᾔει, Ἱμέριον προάγειν κελεύσας. συμβολῆς δὲ γενομένης ἡττῶνται Ῥωμαῖοι, καὶ συλλαμβάνονται οἱ βάρβαροι τὸν Ἱμέριον ζῶντα σὺν τῷ στρατῷ αὐτοῦ· καὶ τοῦτον εἰς φυλακὴν ἀποθέμενοι τοὺς στρατιώτας Στότζᾳ παρέδωκαν ὁμολογοῦντας κατὰ Ῥωμαίων στρατεύεσθαι. παραλαμβάνουσι δὲ δόλῳ διὰ τοῦ Ἱμερίου Ἀδράμυτον τὴν πόλιν. καὶ οἱ μὲν τῶν Λιβύων εἰς Σικελίαν κατέφυγον, ἄλλοι δὲ εἰς ἄλλας νήσους καὶ εἰς Βυζάντιον. Μαυρούσιοι δὲ καὶ Στότζας ἐν ἀδείᾳ πολλῇ τὴν Λιβύην πᾶσαν ἐληΐζοντο. οἱ δὲ ἐν Βυζαντίῳ εἰσελθόντες Λίβυες ἐδέοντο τῷ βασιλεῖ, ὅπως στράτευμα καὶ στρατηγὸν ἄριστον εἰς Λιβύην ἀποστείλῃ. ὁ δὲ βασιλεὺς 210 Ἀρεόβινδον σὺν στρατιώταις ὀλίγοις, ἄνδρα μὲν εὐγενῆ καὶ εὔβουλον, ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον, καὶ σὺν αὐτῷ Ἀθανάσιον καὶ Ἀρμενίους ὀλίγους, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον,οἱ Ἀρσακίδαι. οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλὰ καὶ αὐτὸν σὺν Ἀρεοβίνδῳ Λιβύης στρατηγοὺς εἶναι ἐκέλευσεν· Σέργιον μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεόβινδον δὲ πρὸς τοὺς ἐν Βυζακίῳ Μαυρουσίους διαμάχεσθαι. Ἀρεόβινδος δὲ τὴν Λιβύην καταλαβὼν καὶ τὸ ἥμισυ τοῦ στρατοῦ παραλαβὼν Ἰωάννην τὸν Κωνσταντιόλου κατὰ Στότζα καὶ τῶν βαρβάρων ἀπέστειλεν. Ἰωάννης δὲ τὰ πλήθη τῶν πολεμίων θεασάμενος ἠναγκάσθη χεῖρα αὐτοῖς ἐπιβαλεῖν. ἦν δὲ ἐν ἔχθρᾳ μεγάλῃ μετὰ Στότζα, ὥστε ἑκάτερος ηὔχετο φονεὺς τοῦ ἑτέρου γενέσθαι καὶ οὕτως ἀποθανεῖν. τῆς δὲ μάχης γενομένης, ἀμφότεροι τῶν στρατοπέδων ἐξελθόντες ἐπ' ἀλλήλους ἦλθον. ὁ μὲν οὖν Ἰωάννης τείνας τὸ τόξον κατὰ τὸν δεξιὸν βουβῶνα τῷ Στότζᾳ ἐπέτυχεν, ὃς μετ' ὀλίγας ἡμέρας τέθνηκεν. οἱ δὲ βάρβαροι θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες, πλῆθος ἄπειρον ὄντες, τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας ἀπέκτειναν. τοῦτον δέ φασιν εἰρηκέναι· "ἡδύν τινα θάνατον θνήσκω, τῆς εὐχῆς μου εἰς Στότζαν πληρωθείσης·" καὶ ὁ Στότζας μαθὼν τὸν τοῦ Ἰωάννου θάνατον ἐν χαρᾷ ἐτελεύτησεν. θνήσκει δὲ καὶ Ἰωάννης ὁ Ἀρμένιος. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας περίλυπος γέγονε καὶ τὸν Σέργιον τῆς ἀρχῆς παραλύσας μετεπέμψατο, Ἀρεοβίνδῳ δὲ μόνῳ τὴν τῆς Λιβύης ἀρχὴν ἐνεχείρισεν. μετὰ δὲ δύο μῆνας Γονθάριός τις, τῶν ἐν Νουμιδίᾳ καταλόγων ἡγούμενος, δόλον μελετήσας κατὰ Ἀρεοβίνδου λάθρα τοῖς Μαυρουσίοις ἐδήλου, ὅπως κατὰ Καρχηδόνος χωρήσωσιν. αὐτίκα γοῦν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς εἰς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα