Ἀρκετὸς οὖν ὁ παρεληλυθὼς χρόνος, ὁ Πέτρος φησί, τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις 3.12.85.3 εἰδωλολατρείαις. Ὅρον ἔχωμεν τὸν σταυρὸν τοῦ κυρίου, ᾧ περισταυρούμεθα καὶ περιθριγκούμεθα τῶν προτέρων ἁμαρτιῶν. Ἀναγεννηθέντες τοίνυν προσηλωθῶμεν ἐν τῇ ἀληθείᾳ καὶ ἀνανήψωμέν τε καὶ ἁγιασθῶμεν, ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. Καὶ τίς ὁ κακώσων ἡμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γενώμεθα; 3.12.85.4 Ἡ δὲ ἀρίστη ἀγωγὴ εὐταξία ἐστίν, παντελὴς οὖσα εὐσχημοσύνη καὶ δύναμις τεταγμένη βεβαία, τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ' ἀρετὴν ἀνυπέρβλητος. 3.12.86.1 Ταῦτα, εἰ καὶ τραχύτερον προσηνέχθην οἰκονομούμενος τῆς ἐπανορθώσεως τὴν σωτηρίαν, ἐμοὶ μὲν λελέχθων, φησὶν ὁ παιδαγωγός, ἐπειδὴ ὁ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ, ὑμεῖς δὲ εἰ μὲν ἀκούσεσθέ μου, σωθήσεσθε, εἰ δ' οὐ προσέξετε τοῖς εἰρημένοις, οὔ μοι μέλει· μέλει δὲ ὅμως καὶ οὕτως· τὴν γὰρ μετάνοιαν τοῦ ἁμαρτωλοῦ 3.12.86.2 μᾶλλον ἢ τὸν θάνατον αἱρεῖται. Ἢν δὲ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ὁ παιδαγωγὸς πάλιν λέγει, γῆς ἀγαθὰ τὰ ἀνθρώπεια ὀνομάζων καλά, τὸ κάλλος, τὸν πλοῦτον, τὴν ὑγίειαν καὶ τὴν ἰσχύν, τὴν τροφήν· ἀγαθὰ μὲν γὰρ ὄντως ἃ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβη ποτέ, περὶ τὸν ὄντως ὄντα βασιλέα τὰ ὄντως ὄντα ἀγαθὰ ὄντα καὶ ἀναμένοντα ἡμᾶς· ἀγαθῶν γάρ ἐστι καὶ δοτὴρ καὶ φύλαξ· κατὰ μετουσίαν δὲ ἐκείνων τὰ τῇδε συνωνυμεῖ, παιδαγωγοῦντος ἐνθέως τοῦ λόγου τὴν ἀνθρώπων ἀσθένειαν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν νόησιν. 3.12.87.1 Ὅσα μὲν οὖν οἴκοι παραφυλακτέον καὶ ὡς τὸν βίον ἐπανορθωτέον, ὁ παιδαγωγὸς ἡμῖν ἅδην διείλεκται· ἃ δ' οὖν καὶ κατὰ τὰς ὁδοὺς ὁμιλεῖν αὐτῷ φίλον τοῖς παιδίοις ἄχρις ἂν ἀγάγῃ αὐτὰ πρὸς τὸν διδάσκαλον, ταῦτα δὲ ἡμῖν ἐν κεφαλαίου μέρει δι' αὐτῶν ὑποτίθεται καὶ παρατίθεται τῶν γραφῶν, γυμνὰς παρατιθέμενος τὰς παραγγελίας, ἁρμοζόμενος μὲν τῷ χρόνῳ τῆς καθοδηγήσεως, τὰς δὲ ἐξηγήσεις αὐτῶν ἐπιτρέπων τῷ διδασκάλῳ· καὶ γὰρ ὁ νόμος αὐτοῦ τὸν φόβον ὑπεκλύειν βούλεται τὸ 3.12.87.2 ἑκούσιον ἐλευθερώσας εἰς πίστιν. Ἄκουε, φησίν, ὦ παιδίον καλῶς παιδαγωγούμενον, τὰ κεφάλαια τῆς σωτηρίας, γυμνώσω γὰρ τὸ ἦθος τὸ ἐμαυτοῦ, καί σοι ταύτας τὰς καλὰς ἐντολὰς ὑποθήσομαι, δι' ὧν ἀφίξῃ πρὸς σωτηρίαν. Ἄγω δέ σε τὴν ὁδὸν τὴν σωτήριον. Ἀπόστα τῶν τῆς πλάνης ὁδῶν, ὅτι κύριος γινώσκει ὁδὸν δικαίων, καὶ 3.12.87.3 ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ἕπου τοίνυν, ὦ παιδίον, τὴν ἀγαθὴν ὁδόν, ἣν ἄν σοι ἐξηγήσωμαι, τὰ ὦτά μοι ὑποσχὼν τὰ ἀκουστικά, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἔθνεσιν, ἡμῖν δὲ ὁρατούς· σοφίας δὲ θησαυροὶ ἀνέκλειπτοι, οὓς θαυμάζων ὁ ἀπόστολος 3.12.87.4 ὢ βάθος φησὶ πλούτου καὶ σοφίας. Θησαυροὶ δὲ ὑφ' ἑνὸς πολλοὶ χορηγούμενοι θεοῦ, οἳ μὲν διὰ τοῦ νόμου, οἳ δὲ διὰ προφητῶν ἀποκαλύπτονται, οἳ δὲ τῷ θείῳ στόματι, ἄλλος δὲ τοῦ πνεύματος τῇ ἑπτάδι ἐπᾴδων· εἷς δὲ ὢν ὁ κύριος διὰ πάντων τούτων ὁ αὐτός ἐστιν 3.12.88.1 παιδαγωγός. Ἔστι μὲν οὖν αὐτόθεν κεφαλαιώδης ὑποθήκη καὶ βιωτικὴ παραίνεσις, πάντα ἐμπεριέχουσα· Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς. ∆υνατὸν δὲ καὶ διὰ δυεῖν ἐμπεριλαβεῖν τὰς ἐντολάς, ὥς φησιν ὁ κύριος· Ἀγαπήσεις τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Εἶτα ἐκ τούτων ἐπιφέρει ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 3.12.88.2 Ναὶ μὴν καὶ πρὸς τὸν πυθόμενον, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Τὰς ἐντολὰς οἶδας ἀπεκρίνατο· τοῦ δὲ καταφήσαντος, τοῦτο ποίει φησὶ καὶ 3.12.88.3 σωθήσῃ. Οὐ μὴν ἀλλὰ διαιρετικώτερον τὸ φιλάνθρωπον τοῦ παιδαγωγοῦ διὰ τῶν ποικίλων καὶ σωτηρίων ἐντολῶν παραθετέον, ὡς ἔχοιμεν πρὸς