102
τέκνα. καὶ ὁ Πέτρος ἔφη· Ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον μέχρις ἂν τῆς νήσου ἐκβῶμεν. ἡ δὲ ἔφη· Oὕτως ποιήσω. λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἦγεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν αὐτὸν χειραγωγοῦντα γυναῖκα ἐγέλασα καὶ προσελθὼν εἰς τιμὴν αὐτοῦ ἀντ' αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἅμα τῷ ἅψασθαί με τῆς χειρὸς αὐτῆς ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτῆς υἱόν. ἐγὼ δὲ ἀγνοῶν ὅλον τὸ πρᾶγμα ὡς μαινομένην ἀπεσειόμην, αἰδούμενος δὲ καὶ τὸν Πέτρον ἐπικραινόμην. ὁ δὲ Πέτρος ἔφη· Ἔα· τί ποιεῖς, τέκ- νον Κλήμης, ἀποσειόμενος τὴν σὴν οὕτως τεκοῦσαν; ἐγὼ δὲ τοῦτο ἀκού- σας περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφί- λουν. καὶ γὰρ ἅμα τῷ ·ηθῆναί μοι τοῦτο ἀμαυρῶς πως τὸ εἶδος ἀνεκαλού- μην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὴν προσαιτήτριαν γυναῖκα, λέγοντες ἀλλήλοις ὅτι αὐτὴν ἐπέγνω ὁ υἱός, ἀνὴρ ἀξιόλογος. βουλομένοις οὖν ἡμῖν ἐξαυτῆς σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ἔφη· Τέκνον μοι ποθεινόν, εὔλογόν ἐστιν ἀποτάξασθαι τῇ ὑποδεξαμένῃ με γυναικί, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔρριπται. ὁ δὲ Πέτρος ἀκούσας ἐθαύμασεν καὶ πάντες οἱ περιεστῶτες ὄχλοι τῆς γυναικὸς τὸ ἀγαθὸν φρόνημα. καὶ εὐθέως ἐκέλευσεν ὁ Πέτρος τισὶν πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. καὶ ὁμῶς ἐνεχθείσης καὶ τεθείσης τῆς κλίνης, πάντων τῶν ὄχλων ἀκουόντων ἔφη ὁ Πέτρος· Eἰ ἀλη- θείας κῆρυξ ἐγὼ τυγχάνω, εἰς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν ὅτι εἷς ἐστιν θεὸς ὁ τὸν κόσμον ποιήσας, ἐξαυτῆς ἐγερθήτω ὑγιής. καὶ ἅμα τῷ εἰπεῖν Πέτρον ταῦτα ἡ γυνὴ ἠγέρθη ὑγιασθεῖσα καὶ τῷ Πέτρῳ προσέπεσεν καὶ τὴν συνήθη φίλην καταφιλήσασα ἐπυνθάνετο τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ συντόμως διηγή σατο καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε καὶ ἡ μήτηρ τὴν ξενοδόχον θεραπευθεῖσαν ἱστορήσασα παρεκάλει καὶ αὐτὴ ἰάσεως τυχεῖν. ὁ δὲ ἐπιθεὶς τὴν χεῖρα καὶ αὐτὴν ἐθεράπευσεν. καὶ εἶθ' οὕτως ὁ Πέ- τρος περὶ θεοῦ καὶ τῆς αὐτῷ διαφερούσης θρησκείας ὁμιλήσας, προσθεὶς ἐπὶ τέλει ὅτι· Eἴ τις βούλεται ταῦτα ἀκριβῶς μαθεῖν, εἰς Ἀντιόχειαν, ὅπου πλειόνων ἡμερῶν περιμένειν ἔκρινα, ἐλθὼν τὰ πρὸς τὴν αὑτοῦ σωτηρίαν μανθανέτω. οὐ γὰρ δὴ ἐμπορίας ἕνεκα ἢ στρατείας πατρίδας καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπέρχεσθαι τόπους, διὰ δὲ αἰώνιον σωτηρίαν μηδὲ τριῶν ἡμερῶν ὁδὸν πορευθῆναι θέλετε; μετὰ μὲν οὖν τὴν προσομιλίαν Πέτρου ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς ἐδωρησάμην, παραθέμενος αὐτὴν ἀγα- θῷ τινι ἀνδρί, πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο ποιεῖν προῃρημένῳ. ἔτι δὲ καὶ ἄλλοις πολλοῖς ἀργύρια διανείμας, ταῖς ποτε τὴν μητέρα παραμυθησαμέναις εὐχαριστήσας διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς τὴν ξενίαν ὡρμήσαμεν. Γενομένων δὲ ἡμῶν καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστη- σάντων, ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ· Φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησεν μήτηρ, τῆς ξενοδόχου ὑπομνησθεῖσα γυ-