102
Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν· τούτῳ πιστεύοντες ζήσεσθε, ἀπιστοῦντες δὲ κολασθήσεσθε. «Ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.» Μετὰ οὖν τὸ ἑορτάσαι ὑμᾶς τὴν πεντηκοστὴν ἑορτά σατε μίαν ἑβδομάδα, καὶ μετ' ἐκείνην νηστεύσατε μίαν· δίκαιον γὰρ καὶ εὐφρανθῆναι ἐπὶ τῇ ἐκ Θεοῦ δωρεᾷ καὶ νηστεῦσαι μετὰ τὴν ἄνεσιν. Καὶ γὰρ καὶ Μωϋσῆς καὶ Ἠλίας ἐνήστευσαν τεσσαράκοντα ἡμέρας, καὶ ∆ανιὴλ τρεῖς ἑβδομάδας ἡμερῶν ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ. Καὶ ἡ μακαρία Ἄννα αἰτουμένη τὸν Σαμουὴλ λέγει· «Oἶνον καὶ σίκερα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον Κυρίου.» Καὶ Νινευῖται, νηστεύσαντες τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, τῆς ὀργῆς τὴν πεῖραν ἀπέφυγον, καὶ Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ Ἰουδὶθ τὴν τῶν ἀσεβῶν ἐπανάστασιν νηστεύσαντες ἀπέφυγον Ὀλοφέρνου καὶ Ἀμάν. Καὶ ∆αυὶδ λέγει· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον.» Καὶ ὑμεῖς οὖν νηστεύ οντες αἰτεῖσθε παρὰ τοῦ Θεοῦ τὰ αἰτήματα ὑμῶν. Μετὰ δὲ τὴν ἑβδομάδα τῆς νηστείας πᾶσαν τετράδα καὶ πᾶσαν παρασκευὴν προστάσσομεν ὑμῖν νηστεύειν, καὶ τὴν περισσείαν ὑμῶν τῆς νηστείας πένησιν ἐπιχορηγεῖν. Πᾶν μέντοι σάββατον ἄνευ τοῦ ἑνὸς καὶ πᾶσαν κυριακὴν ἐπιτελοῦντες συνόδους εὐφραίνεσθε· ἔνοχος γὰρ ἁμαρτίας ἔσται ὁ τὴν κυριακὴν νηστεύων, ἡμέραν ἀναστάσεως οὖσαν, ἢ τὴν πεντηκοστὴν ἢ ὅλως ἡμέραν ἑορτῆς Κυρίου κατηφῶν· εὐφρανθῆναι γὰρ δεῖ ἐν αὐταῖς, ἀλλ' οὐ πενθῆσαι.
ΒIΒΛIOΝ Ϛ Περὶ σχισμάτων β. Ὅτι οὔτε βασιλεῦσιν οὔτε ἱερεῦσι θεμιτὸν ἐπανίστασθαι. γ. Περὶ τῆς Μωϋσέως ἀρετῆς καὶ ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους, καὶ ὧν ὁ Θεὸς ἐθαυματούργησε δι' αὐτοῦ. δ. Ὅτι ἀποσχίζει οὐχ ὁ τῶν ἀσεβῶν χωριζόμενος, ἀλλ' ὁ τῶν εὐσεβῶν ἀφιστάμενος. ε. Τίνος χάριν ἀπεβλήθη ὁ ψευδώνυμος Ἰσραήλ, ἀπόδειξις ἐκ προφη τικῶν προρρήσεων. ς. Περὶ αἱρέσεων ἰουδαϊκῶν. ζ. Ὁπόθεν ἀνεφύησαν αἱ παρὰ χριστιανοῖς αἱρέσεις, καὶ ὅστις αὐτῶν ἀρχηγὸς τῆς ἀσεβείας γεγένηται.