1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

102

ἐκ ταύτης ἄνθος, ἀλλὰ δεικνύτω πῶς σωματικὴ ῥάβδος ἐξελεύσεσθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγεται, καὶ ποταπὸν ἄνθος ἀναβήσεσθαι ἐξ αὐτῆς· εἰ δὲ καὶ τὸν πάνυ σκληρὸν ταῦτα ἐπὶ διάνοιαν ἀνιέναι βιάζεται, ὅρα εἰ μὴ καλῶς ἡμῖν καὶ τὰ λοιπὰ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ κατὰ διάνοιαν παρίσταται πεπληρωμένα· ἃ καὶ ἀκολούθως τῇ προφητείᾳ γέγονε μετὰ τὸ συνταράξαι Κύριον Σαβαὼθ τοὺς πάλαι ἐνδόξους τοῦ προτέρου λαοῦ· οὓς καὶ ὑψωθέντας τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ὕβρει συντριβήσεσθαι καὶ ταπεινωθήσεσθαι καὶ πεσεῖσθαι προφητεύει· σὺν αὐτοῖς δὲ καὶ τὸν Λίβανον πεσεῖσθαι ὁ λόγος φησίν· οὕτω δὲ ἔθος αὐτῷ τὴν Ἱερουσαλὴμ καὶ τὴν πάλαι πρότερον ἐν αὐτῇ σωματικῶς ἀποτελουμένην λατρείαν ὀνομάζειν· ὡς δῆλόν ἐστιν ἀπὸ τοῦ Ἱεζεκιὴλ, ἔνθα τοῦτον ἀναγέγραπται τὸν τρόπον· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα 187 τῆς κέδρου. Ἐπιλύων γοὖν τὴν παραβολὴν αὐτὸς ὁ προφητικὸς λόγος σαφῶς τὸν Λίβανον τὴν Ἱερουσαλὴμ διδάσκει, λέγων· Υἱὲ ἀνθρώπου, εἶπον δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἶπον, Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς. Πρόδηλον οὖν ὅπως καὶ οὗτος ὁ Λίβανος μετὰ τῶν ὑψηλῶν τῇ ὕβρει περιπέπτωκεν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ γενομένου Σωτῆρος ἡμῶν· ἐφ' ὃν καὶ ἀνεπαύσατο ἡ τελειότης τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ὃς καὶ εἰσαῦθις ἐλεύσεται κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, οὐ κατὰ τὴν δόξαν κρινοῦντος· πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει· ἀλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγχων· ἐτάζων γάρ ἐστι καρδίας καὶ νεφροὺς, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Καὶ ἐπὶ τῇ γενομένῃ μὲν οὖν αὐτοῦ ἤδη πρότερον παρουσίᾳ ἐνεπλήσθη ὡς ἀληθῶς ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, μηδενὸς τὸ πρὶν ὅτι μὴ μόνων τῶν ἐκ περιτομῆς γινωσκόντων αὐτόν· τότε δὲ καὶ μᾶλλον εἰς πέρας ἀχθήσεται ἡ προφητεία, ὅτε τοῦ πληρώματος τῶν ἐθνῶν εἰσελθόντος σὺν τοῖς λοιποῖς ἔθνεσιν καὶ ὁ πᾶς Ἰσραὴλ σωθήσεται, ὁ Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς ἄρχειν ἐθνῶν ὑπὸ τοῦ Θεοῦ κατεστάθη, κατὰ τὸ, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅρα γ' οὖν ὡς οὐδ' ὅλως ἐνταῦθα Ἰσραὴλ ἢ Ἰακὼβ ἢ Ἰούδας ὀνομάζεται, σαφῶς δὲ τὰ ἔθνη ἐπὶ τὸν ἐκ ῥίζης ἀναστησόμενον Ἰεσσαὶ ἐλπιεῖν προφητεύεται, 188 συνᾳδούσης τῆς ἐνταῦθα λέξεως τῇ παρὰ Μωσεῖ φασκούσῃ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία, οὐχὶ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν. Καὶ τίνος δὲ ἄλλου ἡ ἀνάπαυσις ἐν τῇ ἀνωτάτω παρὰ Θεῷ γεγένηται τιμῇ, ἢ τοῦ ἀκούσαντος λέγοντος αὐτῷ τοῦ Πατρὸς, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ψ. Θʹ. Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται μετ' ̣σιξ̣ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ ∆αυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ταῦτα προφητεύεται, ὁπηνίκα τοῦ Θεοῦ ὁ Λόγος, διορθωθείσης αὐτῷ μετ' ἐλέους καὶ φιλανθρωπίας τῆς κατὰ πάντων βασιλείας, σὺν ἀληθείᾳ κρίνων καθεσθήσεται ἐν σκηνῇ ∆αυίδ· οὕτω δὲ τὴν τῶν ἁγίων καὶ πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς ἐκκλησίαν, καὶ πάντας ἡγοῦμαι τοὺς ὑπὸ τὴν μερίδα τοῦ λόγου τοῦ Θεοῦ γεγενημένους ἁγίους χρηματίζειν. Ψ. Ιʹ. Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Περὶ τῆς ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως ἐκλαμβάνειν τὰ προκείμενα, ὡς δὴ μέλλοντος αὐτοῦ νεφέλῃ τινὶ ὀχεῖσθαι, καὶ τῇ σωματικῇ παρ 189 επιδημεῖν Αἰγύπτῳ, οὔτε πιθανὸν οὔθ' ὅσιον ὑπάρχειν ἡγοῦμαι· δι' ὅπερ ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἐκδεκτέον τὴν προφητείαν, καὶ αὐτὴν ἐναργῶς ἤδη κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν