102
Ῥωμαῖοι οἱ πεσόντες, οὓς ἐχρῆν οὐ πρὸς ἀλλήλους, ἀλλ' ὑπὲρ ἀλλήλων βαρβάροις μαχομένους ἀποθνήσκειν, δίκαιον ἀλγεῖν, ἀλλ' ὅτι δέος, μὴ καὶ τῶν οἰκειοτάτων τινὲς ἢ τῶν φίλων ἦσαν οἱ ἀποθανόντες· καὶ τρίτον, ὅτι οὐχ ὑπὸ βαρβάρων τῶν φύσει πολεμίων, ἀλλ' ὑφ' ἡμῶν ἀνάλωνται τῶν πάνυ φιλούντων. καὶ ἐοικέναι ἡμᾶς νομίζω τοῖς ὑπὸ μανίας τῶν ἰδίων σαρκῶν ἐμφορουμένοις, οἳ οὐκ ἐπαινεῖσθαι, ἀλλ' ἐλεεῖσθαι δίκαιοι τῆς ἀτόπου τροφῆς. καὶ, τὸ δὴ μεῖζον, ὅτι οὐχ ὑπὸ Ἑλλήνων μόνον καὶ βαρβάρων τῶν ἀκουόντων δί 1.287 καιοι μισεῖσθαι τῆς εἰς ἀλλήλους παρανομίας, ἀλλ' ἄδηλον, εἴ τι καὶ τῶν γινομένων ἀρέσκει θεῷ, καὶ μὴ ἐπίσης οἵ τε ἀμυνόμενοι καὶ οἱ ἐπιόντες ἄξιοι τιμωριῶν παρ' αὐτῷ κριτῇ. ἐβουλόμην μὲν οὖν μὴ ἀπὸ Ῥωμαίων, ἀλλ' ἀπὸ βαρβάρων ἑστηκέναι τὸ τρόπαιον τοῖς ἡμετέροις, ἵνα εἶχον τῆς νίκης καθαρὰν τὴν ἡδονήν. ἐπειδὴ δὲ οὕτω τὰ ἡμέτερα ὑπὸ φθονεροῦ τινος δαίμονος συνεσκευάσθη, ὡς καὶ τὴν νίκην ἀλγηδόνος αἰτίαν φαίνεσθαι ἡμῖν, χάριτας ὁμολογῶ τῷ κρείττονι πολλὰς, οὐ μόνον ὅτι τοῖς ἐμοῖς συνήρατο πρὸς τὴν νίκην, ἀλλ' ὅτι καὶ μηδεμίαν αἰτίαν αὐτὸς ἐν τῷ νυνὶ πολέμῳ οὐ μόνον παρεσχόμην, ἀλλὰ καὶ κινουμένου τὴν ἀρχὴν, πολλὰ καὶ ἔπραξα ἄξια καὶ εἶπον λόγου, δεόμενος τὸν πόλεμον καταθέσθαι τοὺς κινοῦντας, εἰ καὶ καθ' ὑδάτων, τὸ τῆς παροιμίας, ἐδόκουν γράφειν.» Οἱ μὲν οὖν ἀκούσαντες, οὐ μόνον τῆς ἀγχινοίας ἐθαύμασαν τὸν βασιλέα, ἀλλὰ καὶ τοῦ μὴ φυσᾶσθαι μηδ' ἐπαίρεσθαι ἐν ταῖς εὐτυχίαις, ἀλλ' ἐν ταῖς τῶν πραγμάτων μεταβολαῖς ἴσον καὶ ὅμοιον παρέχειν ἑαυτόν. βασιλεὺς δὲ τόν τε πρωτοστράτορα γράμμασιν ἠμείβετο εὐχαριστηρίοις, καὶ τοὺς συνόντας αὐτῷ τῶν συγκλητικῶν τιμαῖς τε καὶ ἄλλαις εὐεργεσίαις, καὶ τοὺς στρατιώτας τοὺς μὲν ἐπιδόσει τῆς μισθοφορᾶς, τῶν ἐτησίων δὲ προσόδων τοὺς λοιποὺς μᾶλλον ἐπέῤῥωσε καὶ προθυμοτέρους πρὸς τὸ πολεμεῖν εἰργάσατο ὑπὲρ αὐτοῦ· αὐτὸς δὲ ἐν Θεσσαλονίκῃ ὑπογραφέας καταστήσας, δι' αὐτῶν διῴκει καὶ ἐξίσαζε τὴν ἑσπέραν, καὶ καταλόγους ἔτασ 1.288 σεν ἑτέρους πρὸς τοῖς οὖσιν, ὅπως πλείων γίγνοιτο ἡ στρατιά. ἐν τούτοις δὲ αὐτοῦ ἀσχολουμένου, πάλιν ἧκε γράμματα ἐκ πρωτοστράτορος μηνύοντα, ὡς ὁ πρεσβύτερος βασιλεὺς τῷ τῶν Μυσῶν βασιλεῖ Μιχαὴλ διάφορος πρότερον ὢν, νῦν πρὸς αὐτὸν τίθεται εἰρηνικὰς σπονδὰς καὶ συμμαχίαν· ἀγνοεῖν μέντοι τὰς ξυμβάσεις ἐφ' οἷς γίνονται αὐτοῖς, καὶ διὰ τοῦτο δέον ἐγνωκέναι τὴν μήνυσιν αὐτῷ ποιήσασθαι τῶν πραττομένων. βασιλεὺς δ' ἐπεὶ ἐπύθετο, συνῆκε μὲν τοῦ πρὸς αὐτὸν ἕνεκα πολέμου τὴν συμμαχίαν τῷ πάππῳ γεγενῆσθαι πρὸς Μυσοὺς, ἔγνω δὲ μὴ ἐκ πρώτης ἀκοῆς ἐκ τῆς ἑσπέρας ἀπανίστασθαι, ἀλλὰ μένειν τε ἔτι καὶ τῶν πραγμάτων καὶ τῆς στρατιᾶς πρόνοιαν ποιεῖσθαι, ἄχρις ἄν τι βεβαιότερον διδαχθῇ. ἡμέραις δὲ ὕστερον ὀλίγαις πάλιν ἐκ πρωτοστράτορος ἀφικνεῖται γράμματα πρὸς βασιλέα μηνύοντα, ὡς αἱ πρὸς Μυσοὺς βασιλέως σπονδαὶ καὶ ἡ συμμαχία πέρας ἤδη ἔσχον, καὶ οἱ πράξαντες τὴν συμμαχίαν ἐκ τῶν πρὸς Μυσοὺς αὐτομόλων Ῥωμαῖοι ἐν Βυζαντίῳ εἰσὶν ἔτι. βουλευσαμένῳ δὲ μετὰ τῶν ἐν τέλει τῷ βασιλεῖ οὐκέτι διαμέλλειν ἐδόκει ἐν Θεσσαλονίκῃ, ἀλλὰ τάχιστα εἰς Βυζάντιον ἀπιέναι, πρίν τι νεωτερισθῇ. καὶ τῆς ἑσπέρας στρατηγὸν Συργὴν ντὲ Λεζιάνο τὸν Κύπριον, ὃς ὕστερον ῥὴξ 1.289 Ἀρμενίας ἐγεγόνει, ἐξάδελφον αὐτῷ ὄντα μητρόθεν, καταστησάμενος, ἄρας ἐκ Θεσσαλονίκης αὐτὸς ἅμα τῇ στρατιᾷ, ἦλθεν εἰς ∆ιδυμότειχον. ὀλίγας δὲ αὐτῷ ἐνδιατρίψας ἡμέρας, ἐξελθὼν ἐκεῖθεν, ἧκεν εἰς Βυζάντιον. γενόμενος δὲ πρὸς τὰς πύλας τῆς προσαγορευομένης Γυρολίμνης, καὶ Πεπανόν τινα τῶν ἐν Βλαχέρναις προκαθήμενον βασιλείων, τῶν τῇδε τειχῶν τὴν φυλακὴν πεπιστευμένον εὑρὼν, ἐπεὶ διὰ τὴν ἐκείνου ἔφοδον ἐν φυλακῇ εἶχεν ὁ πρεσβύτερος βασιλεὺς τὰ Βυζαντίου τείχη, ἐκέλευεν ὡς βασιλέα τὸν πάππον ἐλθόντα ἀπαγγέλλειν, ὅτι τε γένοιτο ἐγγὺς τειχῶν καὶ δέοιτο συγγνώμης τυχεῖν τῆς παρ' αὐτῷ. μὴ δὴ διὰ τὰ κατὰ τὴν ἑσπέραν συμβάντα ἀθεράπευτα λογίζεσθαι εἶναι τὰ κακά. ἔξεστι γὰρ, εἴπερ καὶ νῦν ἐθελήσεις, τόν τε πόλεμον καταθέσθαι καὶ ὅ, τι