102
πρὸς δίαιταν, καὶ ιππων καὶ κυνῶν φροντιστάς· ους δ' ῳετο χρῆναι φύλακας τῆς εὐδαιμονίας εχειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέλειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτῷ προσεγένετο, εγνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον η σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ομοια οις αὐτὸς σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρατιθέμενα, πλὴν οις αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγένετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον οντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι, τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται, παραπλήσια εργα ειναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ελεγε χρῆναι εὐτραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς ηδη, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς. Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς 1.257 αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης εσοιτο, ἐρωτηθῆναι παρὰ Κύρου "πόσα αν ηδη μοι χρήματα οιει ειναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ οτου ἐν τῇ ἀρχῇ εἰμι;" καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. τὸν δὲ Κῦρον φάναι "αγε δή, ω Κροῖσε, σύμπεμψον ανδρα σὺν ̔Υστάσπᾳ τούτῳ. σὺ δέ, ̔Υστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς οτι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα αν εκαστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροίσου θεράποντι." ταῦτα δὲ οσα ἐνετέλλετο τῷ ̔Υστάσπᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. εγραψε δὲ πρὸς πάντας καὶ ̔Υστάσπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ ηνεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ ̔Υστάσπας ειπεν "ω Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ηδη ὡς πλουσίῳ χρῶ· πάμπολλα γὰρ εχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα." καὶ ὁ Κῦρος "εις μὲν τοίνυν, ω Κροῖσε, καὶ ουτος ἡμῖν θησαυρός" ειπε, "τοὺς δ' αλλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ετοιμα χρήματα, ην τι δέωμαι χρῆσθαι." λέγεται δὴ λογιζόμενος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν η εφη Κύρῳ αν ειναι ἐν τοῖς θησαυροῖς, εἰ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν "ὁρᾷς, ω Κροῖσε, ὡς εἰσὶ καὶ ἐμοὶ θησαυροί;" ∆όξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τεμένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς εχοντας Περσῶν τε καὶ τῶν αλλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ αλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, ουτε πορφυ1.258 ρίδων φειδόμενος ουτε ὀρφνίνων ουτε φοινικίδων ουτε καρυκίνων ἱματίων, νείμας δ' ἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπ' αὐτοὺς κοσμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν "σὺ δέ, ω Κῦρε, πότε κοσμήσῃ;" ὁ δέ "οὐ γὰρ νῦν" εφη "δοκῶ ὑμῖν αὐτὸς κοσμεῖσθαι ὑμᾶς κοσμῶν; ην γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν ευ, ὁποίαν αν εχω στολὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι." ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων ἐδείπνει, ους μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης ουσης η τῆς δεξιᾶς, τοὺς δ' αλλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχήσαντας ἀπέπεμψεν οικαδε πλὴν τῶν βουληθέντων παρ' αὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οικους εδωκε. τοῖς δ' ἀπιοῦσι καὶ στρατιώταις καὶ αρχουσι πολλὰ ἐδωρήσατο. ειτα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν οσα ἐκ Σάρδεων ελαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰλήφεσαν τὰ δοθέντα, ελεγον περὶ τοῦ Κύρου "ηπου αὐτός γε πολλὰ εχει, οτι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν." οἱ δ' ελεγον "οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον η κτώμενος ηδεται." αἰσθόμενος δὲ ταῦτα ὁ Κῦρος συνέλεξε τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους απαντας καὶ ειπεν "ἁπλουστάτου