102
πόλις τῆς Ιδης ἐν ὑψηλῷ τόπῳ κειμένη, ην κατῴκουν Λέλεγες. ἐξ ης διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς καὶ ῳκησαν αὐτὴν πρὸς τὸ πεδίον Γάργαρον. ἐκείνη δὲ ἐρημωθεῖσα καλεῖται παλαιὰ Γάργαρος. ὠνομάσθη δὲ ἀπὸ Γαργάρου τοῦ ∆ιός. αλλοι δὲ ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ υδατα. ἀπὸ μεταφορᾶς τοῦ ἐν τοῖς σώμασι γαργαρεῶνος, τῆς λεγομένης σταφυλῆς. ̓Επαφρόδιτος δέ φησιν, οτι, εἰ μὲν πόλις, θηλυκῶς λέγεται· τὸ δὲ ἀκρωτήριον οὐδέτερον. τὸ ἐθνικὸν Γαργαρεύς. Γαστριμαργία. ορεξις γαστρὸς, ἐπὶ πλήθει βρωμάτων ἀκρατῶς μαινομένη. Γαστήρ. ἡ κοιλία. Ομηρος διαπαντὸς γαστέρας καλεῖ, οὐ κοιλίας, γαστὴρ καὶ τὸ τῶν λογισμῶν ταμεῖον· φησὶ γὰρ ὁ ∆αβίδ· ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. γαστὴρ δὲ, παρὰ τὸ γῶ, τὸ λαμβάνω, γίνεται γαστὴρ, ἡ πάντα τὸν βίον μὴ πληρουμένη. Γάστρα. παρὰ τὸ γαστὴρ γίνεται γάστρα, ἡ εἰς κῦτος γεννηθεῖσα τοῦ λαιμοῦ. Γαυλόσ. ἡ ναῦς, ἡ ακατος. ἀπὸ τοῦ γῶ τὸ χωρῶ καὶ λαμβάνω. τινὲς γαῦλον φασίν· οιμαι δὲ, οτι ἀρσενικόν ἐστιν, ὁ γαυλός. gamma.421 Γάγγραινα. ελκος, ειδος σηπτικοῦ καὶ νεμομένου τὸν τόπον. ερπην τινὲς αὐτὴν ειναι φασὶν η ἐρυσιπέλαν. (Οὐδέτερον.) Γάδειρα. τόπος κατὰ τὴν ἑσπερίαν μοῖραν, ἀποτελευτησάσης τῆς θαλάσσης. η νῆσος εξω τῶν ̔Ηρακλείων στηλῶν, οἱονεὶ γῆς δειρά. τὰ γὰρ Γάδειρα τῆς γῆς ἐξοχή ἐστι. Γάδειρα καὶ ἐπὶ θηλυκοῦ. ὁ πολίτης Γαδειρεὺς, καὶ Γαδειραῖος, καὶ Γαδειρίτης, καὶ Γαδειρανὸς, καὶ Γαδειρικὸς κτητικόν. Γαζοφυλάκιον. θησαυροφυλάκιον. Γάλα. ἡ πρώτη τροφὴ τοῦ ζώου, ο ἐκ μεταβολῆς αιμα γίνεται. η αιμα πεπεμμένον, οὐ διεφθαρμένον, λευκαινόμενον ἐν τοῖς οἰκείοις αὐτοῦ καὶ ψυχροτέροις τοῦ ζώου μορίοις. παρὰ τὸ καλὸν εἰς ἀνατροφὴν ειναι. κάλα καὶ γάλα. Γαληνόν. ησυχον, ημερον. Γαλαθηνόν. ο ἐστιν ὑποτίτθιον καὶ ὑπομάζιον. Γαλερόν. φαιδρόν· ἡδὺ, πρᾶον. Γαλήσιον. ονομα τόπου, καὶ ορος ἐγγὺς ̓Εφέσου. Γάμα. τὸ στοιχεῖον. παρὰ τὸ ἀμᾷν τὴν γῆν, ο ἐστι θερίζειν· δρεπανῶδες γάρ ἐστι, ῳ καὶ ὁ τύπος τοῦ γράμματος ομοιος. gamma.422 Γαμψόν. ἐπικαμπές. Γαμήλια. ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγραφὴ, καὶ εἰσαγωγὴ εἰς τοὺς γάμους, ην ὠνόμαζον καὶ κουρεῶτιν. Γαμβρεῖον. πόλις ̓Ιωνίας. ὡς Σιγειεὺς, γράφεται δίφθογγον. Γάνοσ. ονομα ορους ἐν τῇ Θρᾴκῃ, καὶ ὁ οινος, καὶ ἡ ἡδονή. παρὰ τὴν γῆν, γῶ, γανῶ. ἡ θάλλουσα τοῖς φυτοῖς, λαμπρὰ καὶ αἰτία χαρᾶς ἡμῖν γενομένη. Γαριζείμ. τόπος καὶ ορος. Γαριζὶν δὲ ˉι. Γάρκοσ. τὸ εσω τῆς πλήμνης σιδήριον, ο τὸν αξονα τρίβει. Γαῦρον. τὸ ἐπηρμένον. ̓Αριστοφάνης δὲ τὸ στεῤῥὸν καὶ μέγα καὶ ἀκλινὲς καὶ ἀκατάπληκτον γαῦρον λέγει. ( ̔Ρῆμα.) Γαγγαλίζω. παρὰ τὸ γελῶ, γελίζω, καὶ τροπῇ τοῦ ˉε εἰς ˉα γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν ἑτέρου ˉγ γαγγαλίζω. τὸ εἰς γέλωτα αγω. Γαλουχεῖ. ἀντὶ τοῦ γαλακτοτροφεῖ. Γαληνιᾷν. γάννυσθαι, χαίρειν· διαχεῖσθαι. gamma.423 Γαμησείω. ἀπὸ τοῦ γαμήσω. τὰ ἀπὸ ἐνεστώτων η μελλόντων διὰ τοῦ ˉεˉιˉω γινόμενα παράγωγα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ˉεˉι διφθόγγου γράφονται. ἀπὸ μὲν ἐνεστώτων, ὀλῶ ὀλείω, κρατῶ κρατείω, κιχῶ κιχείω· ἀπὸ δὲ μελλόντων, οψω ὀψείω, καὶ γαμήσω γαμησείω. πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ψῶ ψίω, τὸ ἐμβρωματίζω· διὰ τοῦ ἰῶτα γράφεται, ἀλλ' οὐκ ἀντίκειται, οὐ γάρ ἐστι ὑπὲρ δύο συλλαβάς. Γάννυμαι. χαίρω. Γανόων. χαίρων, λελαμπρυσμένος. Γαργαρίζει. ἀπὸ τοῦ στόματος ἐρεθίζει ἐμέσαι. Γαργαλίζει. κινεῖ, ὑποσαίνει, ὑποσημαίνει, προτρέπει, ἐρεθίζει. ὑπὸ τὴν εδραν αὐτὴν ὑπῆλθε γάργαλος. Γαρύω. τὸ φωνῶ. Γαστρίζεσθαι. λαμπροτέρως τρέφεσθαι καὶ ὡς αν τις ειποι ὑπὲρ χρείαν γαστριμαργεῖν. Γαστρίζομαι. τύπτομαι. ̓Αριστοφάνης· γαστρίζομαι· εἰς τὴν γαστέρα. Γαυριᾷ. ἐπαίρεται. παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῖρος καὶ τροπῇ τοῦ ˉι εἰς ˉυ γαῦρος καὶ γαυριῶ. gamma.424 Τὸ Γ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Γέγειοσ. παρὰ τὸ γέα γέειος, ὡς βαθύγειος, εγγειος, ευγειος, ουτως ουν τὸ γέγειος πλεονασμῷ τοῦ ˉγ. Γελαστήσ. ὁ ἐπεγγελῶν. Γελαστόσ. γελάω, γελῶ, γελάσω, γεγέλακα, γεγέλασμαι, γελαστός. οτε γὰρ εχει βραχὺ τὸ ˉα ὁ μέλλων, προσλαμβάνει τὸ ˉς ὁ παρακείμενος. καὶ ἐξ αὐτοῦ