ἀναγινώσκῃ, ἀλλὰ καὶ αὐτὸς ἑαυτοῦ διαφέρει παιδός τε ὄντος καὶ ἀνδρωθέντος, καί ποτε μὲν καθεζομένου, ποτὲ δὲ ἀνισταμένου, καὶ ἄλλοτε μὲν καθεύδοντος, ἄλλοτε δὲ ἀφυπνώττοντος. ἰδίως δέ, ὅταν ἀχωρίστῳ συμβεβηκότι ἕκαστον διαλλάτῃ, οἷον γρυπότης, σιμότης καὶ οὐλὴ ἐκ τραύματος ἐνσκιρρωθεῖσα. ἰδιαίτατα δέ, ὅταν εἰδοποιῷ διαφορᾷ διενήνοχεν, ὡς τὸ λογικὸν τῷ ἀλόγῳ. τῶν οὖν διαφορῶν αἱ μὲν ἄλλο ποιοῦσαι οὐσιώδεις διαφοραὶ κέκληνται, αἱ δὲ ἄλλο ἐπουσιώδεις, ὡς αἱ τὸ χωριστὸν καὶ ἀχώριστον συμβεβηκὸς διαπραττόμεναι. ὁρίζεται δὲ τὴν διαφορὰν εἴτουν ὑπογράφει οὕτως· «διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους». τὸ γὰρ ζῷον ὁρίζοντες λέγομεν «οὐσία ἔμψυχος, αἰσθητική», ὅπερ ἐστὶ γένος. τὸ δὲ εἶδος ὅπερ ἐστὶν ὁ ἄνθρωπος οὕτως ὁρίζομεν· «ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν», ἢ καὶ οὕτως· «οὐσία ἔμψυχος, αἰσθητική, λογική, θνητή». περιττεύει οὖν ὁ ἄνθρωπος τῷ λογικῷ καὶ τῷ θνητῷ. δευτέρα δὲ ὑπογραφὴ ταύτης «τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον». ἐρωτώμενοι γὰρ τί ἐστιν ἄνθρωπος λέγομεν ζῷον· ὁποῖόν τι ζῷον, λέγομεν ὅτι λογικόν. ἐπεισελθοῦσα γὰρ ἡ διαφορὰ ἐχώρισε τὸ εἶδος ἀπὸ τῶν ἀλόγων καὶ ὥσπερ τι εἰδοποίησε τὸ λεγόμενον καὶ διεχώρισεν ἀπὸ τῶν μὴ τοιούτων καθάπερ τὸ εἶδος ἀπὸ τῆς ὕλης· ἡ μὲν γὰρ ὕλη πᾶσιν ἡ αὐτὴ ὑπόκειται οἷον τοῦ ξύλου, ἐπεισιὸν δὲ τὸ εἶδος ἐγνωριμοποίησεν ἢ εἰς θῶκον ἢ εἰς σκάμνον ἢ εἰς τράπεζαν. τρίτη ὑπογραφὴ διαφορᾶς ἡ λέγουσα «διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος». ἄνθρωπος γὰρ καὶ ἵππος ὑπὸ τὸ αὐτὸ γένος τυγχάνοντες διαφέρουσι κατὰ τὴν λογικότητα καὶ ἀλογίαν, ὥσπερ καὶ ὁ ἄγγελος καὶ ὁ ἄνθρωπος ὑπὸ τὸ αὐτὸ ζῷον τυγχάνοντες διαφέρουσι κατὰ τὴν θνητότητα καὶ ἀθανασίαν. τετάρτη ὑπογραφὴ τῆς διαφορᾶς αὕτη· «διαφορά ἐστι καθ' ἣν διαφέρουσι τὰ καθέκταστα»· Σωκράτης, βοῦς καὶ ἡ μέλισσα διαφέρουσι κατά τε τὴν λογικότητα καὶ ἀλογίαν. καὶ τῆς μὲν διαφορᾶς ὑπογραφαὶ τοσαῦται. δεῖ δὲ εἰδέναι ὡς τὰ αὐτὰ δηλοῦσιν αἱ τῆς τρίτης καὶ τῆς τετάρτης διαφορᾶς ὑπογραφαί, διαλλάττουσι δὲ κατὰ τὴν τῶν λέξεων σημασίαν, ὡς ἐκείνη μὲν διαιρεῖ ταῖς εἰδοποιοῖς διαφοραῖς τὰ ὑπὸ τὸ αὐτὸ γένος, αὕτη δὲ διαφορὰν ἐμποιεῖ τοῖς καθέκαστα, ἅπερ μίαν διαφορὰν τῷ μεμυσταγωγημένῳ ἀνακαλύπτουσιν. Τὸ δὲ ἴδιον διαιρεῖται τετραχῶς. πρῶτον μὲν ὃ μόνῳ μέν, οὐ παντὶ δὲ ὑπάρχει, ὥσπερ τὸ γεωμετρεῖν μόνῳ τῷ ἀνθρώπῳ πέφυκε. δεύτερον δὲ ὃ παντὶ μὲν ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίποδι· παντὶ γὰρ ἀνθρώπῳ ὑπάρχει, οὐ μόνῳ δέ. τρίτον ὃ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ πολιοῦσθαι. τέταρτον ὅπερ γίνεται τῶν τριῶν συνερχομένων, τὸ παντὶ καὶ μόνῳ καὶ ἀεί, ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπῳ. περὶ τούτου οὖν τοῦ τετάρτου τοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὑπογράφοντες λέγουσιν· «ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχον», ὃ καὶ ἀντιστρέφει· εἴ τι μὲν γὰρ γελαστικόν, τοῦτο καὶ ἄνθρωπος, καὶ εἴ τι ἄνθρωπος, τοῦτο καὶ γελαστικὸν διὰ τὸ τὸ γελαστικὸν σύμφυτον τῷ ἀνθρώπῳ τυγχάνειν ὥσπερ καὶ τῷ ἵππῳ τὸ χρεμετιστικόν. Ὑπογράψας δὲ πρῶτον τὸ συμβεβηκὸς φήσας ὅτι «συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς», ποιεῖ τὴν τούτου διαίρεσιν ἐπειπὼν ὅτι τὸ συμβεβηκὸς διαιρεῖται εἰς χωριστὸν καὶ ἀχώριστον, καὶ χωριστὸν μὲν τὸ καθέζεσθαι, τὸ ἵστασθαι, ἀχώριστον δὲ συμβεβηκὸς τὸ λευκὸν τοῦ κύκνου, τὸ μέλαν τοῦ κόρακος. μετὰ δὲ ταύτην τὴν διαίρεσιν ἄλλας δύο ὑπογραφὰς ἐπεισάγει, μίαν μὲν ὅτι «συμβεβηκός ἐστι τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν», οἷον ἐνδέχεται αὔριον βρέξαι καὶ μὴ βρέξαι, ἑτέραν δὲ ὅτι συμβεβηκός ἐστιν ὃ μήτε γένος μήτε εἶδος μήτε διαφορὰ μήτε ἴδιον, ἀεὶ δὲ ἐν ὑποκειμένῳ ἐστὶν ὑφιστάμενον. Ἐπειδὴ τῶν λεγομένων τὰ μὲν ὁμωνύμως κατηγοροῦνται, τὰ δὲ συνωνύμως, τὰ δὲ παρωνύμως, πρῶτον περὶ αὐτῶν