102
ΕΡΜΗΝ. ΤΟΥ Μςʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Ὑπὲρ τῶν υἱῶν Κορέ." Καὶ 80.1208 οὗτος ὁ ψαλμὸς τῶν
ἐθνῶν ἁπάντων προλέγει τὴν σω τηρίαν, καὶ τὴν κατὰ τῶν πολεμίων νίκην προαγο ρεύει. βʹ, γʹ. "Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλα λάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν." Ὁ μὲν προφητικὸς ταῦτα προηγόρευσε λό γος· τὸν δὲ ἀποστολικὸν ὑποδείκνυσι χορὸν, ἅπαντα τὰ ἔθνη εἰς ὑμνῳδίαν προτρέποντα. Νίκης δὲ ἴδιος ὁ κρότος· καὶ ὁ ἀλαλαγμὸς νικώντων φωνή. Ἕπεται τοίνυν τῷ προτεταγμένῳ τοῦδε τοῦ Ψαλμοῦ ἡ διά νοια. Καὶ γὰρ ἐκεῖνος, μετὰ τὴν ζάλην καὶ τοὺς θο ρύβους, τὴν μηνυομένην προηγόρευσε νίκην. Καὶ οὗτος ὡσαύτως τοῖς τετυχηκόσι τῆς νίκης παρεγγυᾷ τῷ χορηγῷ τῆς νίκης τὸν ὕμνον προσενεγκεῖν· Ὕψι στος γὰρ, φησὶ, καὶ φοβερὸς βασιλεὺς πᾶσιν ὑμῖν ἀπεδείχθη. Καὶ ταῦτα μὲν πάλαι γνώριμα μόνοις ἦν Ἰουδαίοις· ἐπὶ δὲ τοῦ παρόντος, καὶ πάσῃ τῇ φύσει τῶν ἀνθρώπων δεδήλωται. δʹ, εʹ. "Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ, ἢν ἠγάπησεν." Ἀντὶ τῶν λαῶν, βασιλεῖς ὁ Σύμμαχος εἴρηκεν, ἀντὶ δὲ τῆς καλλονῆς Ἰακὼβ, ὁ Ἀκύλας τὸ ὑπερήφανον Ἰακώβ. Ὁ ἀποστολικὸς τοίνυν λέγει χορὸς, ὅτι δίκαιον κροτοῦντας καὶ χορεύοντας τὸν ἐπινίκιον ὕμνον τῷ τῶν ὅλων προσφέρειν Θεῷ, καὶ βασι λεῖς ἡμῖν ὑποτάξαντι, καὶ τῶν ἐθνῶν ἁπάντων ἡμῖν τὴν ἀρχὴν δεδωκότι· καὶ πρὸς τούτοις, τὴν καλλο νὴν καὶ τὸ ὑπερφερὲς Ἰακὼβ ἐγχειρίσαντι. Οὐ γὰρ πάντα τὸν Ἰουδαϊκὸν τὸν καλούμενον Ἰακὼβ, ἀλλὰ τὴν καλλονὴν Ἰακὼβ καὶ τὸ ὑπερφερὲς, τὸ ἐξαίρετον τοῦ Ἰακὼβ, τοὺς τῇ πίστει κεκοσμημέ νους, τοὺς ἀναμφιβόλως τὸ κήρυγμα δεξαμένους, τοὺς τὸν χρηστὸν τοῦ Σωτῆρος ὑπελθόντας ζυγόν. Τούτους γὰρ καὶ ἐξελέξατο, καὶ ἠγάπησε, καὶ τοὺς ἀποστολικοὺς ἐνεπίστευσεν οἴακας. ∆υνατὸν δὲ καὶ τοῖς ὀφθαλμοῖς θεάσασθαι τὴν τῆς προφητείας ἀλήθειαν. Ἔστι γὰρ ἰδεῖν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν πεπιστευκότας, τῶν ἀποστολικῶν προκαλινδουμέ νους θηκῶν, καὶ τὴν ὀλίγην κόνιν μετὰ πολλοῦ τοῦ πόθου γεραίροντας, ὥστε κατ' αὐτὸν καὶ βλέ πειν, καὶ ψάλλειν τὸ, "Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν." ʹ. "Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος." Ὁ δὲ ταῦτα, φησὶν, ἅπαντα κατ ορθώσας ∆εσπότης, πρότερον μὲν ἐνηνθρώπησε, καὶ τὴν τοῦ ἀλάστορος κατέλυσε τυραννίδα, ἔπειτα εἰς οὐρανοὺς ἀνελήλυθε τῶν ἐπουρανίων ἡγουμένων δυνάμεων, καὶ χορῶν ἀγγελικῶν, τῶν μὲν κάτω 80.1209 βοώντων, "Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν·" τῶν δὲ ἄνω παρεγ γυώντων, "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης." Τὰς γὰρ τοιαύτας φωνὰς ἀλαλαγμὸν ὠνόμασε καὶ σαλπίγγων φωνὴν, ὡς εἰς ἅπασαν διαδραμούσας τὴν γῆν. ζʹ-θ. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑ τοῦ." Ὑμνῳδίαις τοίνυν, καὶ πνευματικαῖς χορείαις, τὸν παμβασιλέα τῶν ὅλων γεραίρετε· ἅπασι γὰρ ἀνθρώποις τὴν οἰκείαν ἔδειξε βασιλείαν, καὶ τὰ ἔθνη πέπεικεν ἅπαντα, ὡς αὐτός ἐστι Θεός τε καὶ Κύριος, τοῖς βασιλικοῖς ἐγκαθήμενος θώκοις. Τὸ δὲ, "Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ," τῷ ἀποστολικῷ συνᾴδει ῥητῷ· "Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης, ἐν ὑψηλῷ· τοσούτῳ κρείττων γενό μενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοῖς κεκληρονόμηκεν ὄνομα." Καλῶς δὲ καὶ τὸ "Ψάλατε συνετῶς" τέθεικε διδάσκων μὴ μόνῃ τῇ γλώττῃ προφέρειν τὴν ὑμνῳδίαν, ἀλλὰ καὶ τὴν διάνοιαν εἰς κατανόησιν τῶν λεγομένων ἐγείρειν. ιʹ. "Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν." Πέρας, φησὶν, αἱ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἔλαβον ὑποσχέσεις. Ὑπέσχετο δὲ τῶν ὅλων ὁ Κύριος, ἐν τῷ