102
θέᾳ ὁμοῦ τε καὶ τῇ ἀγγελίᾳ εὐθυμήσαντες εὐχαριστήσαμεν τῷ Κυρίῳ. ἔδοξας δὲ ἀρκεῖσθαι ζώσῃ φωνῇ μαθόντας ἡμᾶς μὴ χρῄζειν ἐπιστολιμαίου λόγου. καὶ οὐχ οὕτως ἔχει. καίτοι οὐδὲ διὰ στόματος ἔδωκας ἡμῖν ἀπόκρισιν περὶ ὧν ἐρωτήσαμεν, τοῦ τε εἰ δυνατὸν ἐπιστεῖλαι τοῖς ἐξορισθεῖσιν ἐπισκόποις καὶ τοῦ εἰ καλὸν διὰ ἰαμβικῶν μέτρων ποιῆσαι κατὰ εἰκονομάχων, οὐ τοσοῦτον δι' ἄλλων ὠφέλειαν, ὅσον δι' οἰκείαν, εἰς τὸ ἀντιπερισπᾶσθαι τὸν νοῦν μου ἐξελκόμενον ἐκ τῶν ἀτόπων. Γράφε τοιγαροῦν, ὁσάκις παραγένηταί τις, κἂν μὴ ἄλλο τι, ὅτι ἔρρωσαι καὶ σῴζονται οἱ ἀδελφοί. θέλω γὰρ τὴν μικράν σου προσηγορίαν ὡς οὐκ ἄλλων τοὺς μακροὺς λόγους· ποῦ γὰρ καὶ ἀναπνέω, ἀλλ' ἢ πλὴν σοῦ, τῆς καρδίας μου; ἀναγκαῖον δέ ἐστιν αὖθις ἀποσταλῆναι τὸν Προτέριόν μου ἐν τοῖς ἐν ἄστει ἐπὶ διαγνώσει τῶν ἀδελφῶν ἡμῶν, κομιζόμενον, ὡς δοκῶ εἶναι καλόν, καὶ γραμματεῖόν σου πρὸς τοὺς περὶ τὸν ἀββᾶν Γρηγόριον, ἐπαλείφων αὐτοὺς εἰς εὐσθένειαν (δέον γὰρ καὶ ἄλλους τοῦτο ποιῆσαι, μή τί γε ἡμᾶς· ἐγὼ δὲ τέως ὑπεστάλην δέει τῆς διαγνώσεως), πρὸς δὲ τοὺς εἰς τὰ Στουδίου ὄντας λόγους παρακλητικοὺς διὰ στόματος καὶ ὡς εὐχόμενός εἰμι ἐγὼ περὶ αὐτῶν καὶ ἀγωνιῶν. Μὴ δείσῃς, τέκνον. ὁ Χριστὸς μεθ' ἡμῶν, ἐὰν καὶ πορευθῶμεν ἐν μέσῳ σκιᾶς θανάτου. ἔρχεσθαι ὧδέ τινας ἐμοὶ τί δηλοῖς; οὓς πέμπεις, ὁρῶ, τίνα, οὐ ζητῶ· καλῶς γὰρ ἀσφαλίζῃ. ὅρα διά τε τοῦ ἀδελφοῦ Ἀδριανοῦ καὶ τοῦ χελανδίου τίνα πέμποις καὶ πότε. δῆλον ὅτι καὶ ἀναγκαῖον καὶ ἀναγκαίως· περὶ σοῦ γὰρ τέως στέρξον καὶ ὡς ὁ Κύριος εὐοδοῖ. Ἀναγίνωσκε, ἔχε ἔργον, εὔχου θερμῶς· ὁ Κύριός σε σώσοι. προσαγορεύω τὸν Κάλλιστόν μου. προσαγορεύουσίν σε οἱ σὺν ἐμοί. 109 {1Τῷ αὐτῷ}1 Ἀπό τε τῆς πρώτης καὶ δευτέρας σου ἐπιστολῆς ἥσθην, τέκνον μου, καὶ ὑπερήσθην καὶ τὸ σταθερὸν τῆς ψυχῆς σου καὶ τὸ ἀνενδοίαστον τῆς πίστεώς σου καὶ τὸ πρὸς πᾶν ὁτιοῦν καρτερικὸν καὶ εὐπρόθυμόν σου· καὶ χάρις Κυρίῳ, τῷ ὀχυροῦντι καὶ βεβαιοῦντί σε εἰς τὸν φόβον αὐτοῦ. οἰκονομῶν ᾠκονόμησεν ὁ Κύριος ἕως τοῦ παρόντος ἀφύλακτόν σε εἶναι, ἵνα αἱ δέουσαι διακονίαι τελεσθῶσιν. εἶδον καὶ τὸν καλὸν Γαϊανὸν καὶ ἐτράφην τὴν ψυχὴν ἐκ τῆς περὶ τῶν δέκα ἐξηγήσεως. ἓν ἐλυπήθην, περὶ τῶν δύο ἀδελφῶν τῶν ἀπὸ τῆς Πελεκητῆς ποτε, ὅτι οὐχ ὡς μέλη ἡμῶν καὶ ἀδελφοὶ ἐδιοικήθησαν. ἀλλ' εἰ δυνατὸν καὶ ὅσον ἀπαιτεῖ ἡ ἀγάπη τοῦ θεοῦ διοικηθήτωσαν. Ἀπεδεξάμην πάντα καὶ τὰ νῦν σταλέντα. ἀνεπάην εἰς τὰς βεμβράνας, εἰς πᾶν ὁτιοῦν· ἀνταναπαύσειέν σε ὁ Κύριος, τέκνον μου, ἐν τῇ βασιλείᾳ αὐτοῦ. ἐκδεχόμενοι τοὺς αἱρετικοὺς κάμνετε, ἀλλὰ καὶ τοῦτο εἰς δοκιμὴν ὑμῶν. συναντιλαβοῦ τῷ ἀδελφῷ Τιθοΐῳ, κατανύγητι (ἐπειδὴ γέγραπται, ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν ὑμῖν χρήσιμοι), ὃν καὶ ἐξ ἐμοῦ προσαγόρευσον. παρακαλῶ δὲ καὶ αὐτὸν κἀκεῖνον ἵνα ὡς ἐν πᾶσιν κοπιᾶτε, ἔτι καὶ εἰς τὸν ἀδελφὸν ὑμῶν τὸν ἀββᾶν Πέτρον ἐνδείξησθε διάθεσιν ἁρμόζουσαν καὶ δοίητε αὐτῷ τὰ πρὸς χρείαν κατὰ τὸ δυνατόν· ἐδήλωσε γάρ μοι ὅτι ἀπρονόητον αὐτὸν ἐάσατε. ὑπὲρ πάντας καὶ ὡς κελεύετε ἐξ ἡμῶν τὸν ἀδελφὸν ∆ομετιανὸν καὶ τὸν παροικονόμον προσαγόρευσον· ὃν καὶ εἰπὲ ὅτι ἐδεξάμην σου τὰ γράμματα. Ὁ θεὸς συγχωρήσοι σοι ἐν πᾶσιν· ὁ Χριστὸς μετὰ πάντων ὑμῶν. 110 {1Τῷ αὐτῷ}1 Τὸν ἀδελφὸν Σιλουανὸν ἅμα τῷ ∆ωροθέῳ εὐδοκίᾳ Χριστοῦ, τέκνον μου ἠγαπημένον, εἶδον· εἶπον δὲ εὐδοκίᾳ, ἐπειδὴ οὐκ εἰς κακὸν οὐδ' εἰς ἄκαιρον ἐληλύθασι, κἂν ἐγὼ κακός, πρὸς πατέρα αὐτῶν παραγενόμενοι καὶ ἐν καιρῷ τοιούτῳ. εἶδον μετὰ ἀσφαλείας, ὥσπερ καὶ ἦλθον, ἀσυμφανῶς πως συνοψισθέντες μοι· οἷς καὶ παρήγγειλα μηδαμοῦ ὡς ἔτυχεν ἐκφερομυθῆσαι τὴν συνόψισιν, ἐν οἷς καὶ ἀπέστειλα αὐτοὺς μετ' εἰρήνης, εὑρὼν τὸν Σιλουανὸν ὡς ἐπόθουν. ὃν καὶ αὐτός, ἐρχόμενον πρὸς σὲ μετὰ τοῦ καλοῦ ∆ωροθέου ἐξ οἰκείας ὁρμῆς καὶ προθέσεως, ἀδελφικῶς πρόσδεξαι, φιλοῦντά σε λίαν καὶ σεβόμενον· οὐδὲ γάρ, ὡς ἤκουσας, παρεποιήσατο τὴν πρὸς σὲ πρῶτον ἄφιξιν, πλὴν στόματι ἀπολογεῖται. ἐτύπωσα δὲ αὐτὸν κατὰ τὸ κάθισμα αὐτοῦ καὶ ἁπλῶς