102
σπουδῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας καὶ Ἰαύδας, Βυζακίων δὲ Ἀντάλας. συνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης ὁ τύραννος 211 σὺν τοῖς στρατιώταις ἀντὶ Στότζα. ταῦτα γνοὺς Ἀρεόβινδος Γονθαρίῳ ὡς φίλῳ θαρρῶν τὸ στράτευμα παραδοὺς σὺν Ἀρταβάνῃ καὶ τοῖς Ἀρμενίοις κατὰ τῶν πολεμίων ἔστελλεν. ὁ δὲ Γόνθαρις τὸν ἑαυτοῦ μάγειρον ἐκ Μαυρουσίων ὄντα πρὸς τοὺς βαρβάρους ἀπέστειλε πρὸς Ἀντάλαν εἰπεῖν, ὡς αὐτῷ Γόνθαρις βούλεται τῆς Λιβύης ἀρχῆς κοινωνὸν λαβεῖν. ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσεν, ἀπεκρίθη δέ, ὡς οὐκ ἀσφαλῶς διὰ μαγείρου τὰ τοιαῦτα διοικεῖσθαι. ταῦτα Γόνθαρις ἀκούσας Οὐλίθεον, τὸν αὐτοῦ δορυφόρον, ὡς πιστὸν πρὸς Ἀντάλαν ἔπεμψεν, παρακαλῶν αὐτὸν πλησιάσαι τῇ Καρχηδόνι, ὅπως αὐτὸς τὸν Ἀρεόβινδον ἀνέλῃ. Οὐλίθεος δὲ κρυφῇ τῷ Ἀντάλᾳ συνέτυχεν, καὶ συνεφώνησαν, ἵνα ὁ μὲν Ἀντάλας τοῦ Βυζακίου ἄρχῃ καὶ τὸ ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων λάβῃ καὶ χιλίους πεντακοσίους στρατιώτας Ῥωμαίους σὺν αὐτῷ, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβῃ καὶ Καρχηδόνος τὸ κράτος. ταῦτα διαπραξάμενος Οὐλίθεος ἐπανῆκε πρὸς Γονθάριδα. οἱ δὲ βάρβαροι κατὰ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν. καταλαβόντες δὲ τὸ ∆έκιμον καὶ στρατοπεδευσάμενοι ἐν αὐτῷ τῇ ὑστεραίᾳ ἐπὶ Καρχηδόνα ἐχώρουν. ὑπαντήσαντες δὲ τοῦ Ῥωμαίων στρατεύματος ἀπροσδοκήτως αὐτοῖς συνέβαλον καὶ πολλοὺς τῶν Μαυρουσίων ἔκτειναν, οὓς δὴ ὁ Γόνθαρις κακίζων ἐπέσκωπτεν ὡς θρασυνομένους, καὶ τὰ τῶν Ῥωμαίων πράγματα εἰς κίνδυνον φέρειν. ὁ δὲ Ἀρεόβινδος πέμψας πρὸς Κουτζίναν παρεκάλει προδότην αὐτὸν γενέσθαι Μαυρουσίων· ὁ δὲ ὡμολόγησε τοῦτο ποιεῖν. ἄπιστον γὰρ τὸ τῶν Μαυρουσίων γένος πρός τε ἀλλήλους καὶ πρὸς ἅπαντας. ταῦτα Ἀρεόβινδος τῷ Γονθάριδι ἐθάρρησεν. ὁ δὲ παρῄνει τῷ Ἀρεοβίνδῳ τῷ Κουτζίνᾳ μὴ πιστεύειν, Οὐλίθεον δὲ ἀποστείλας τῷ Ἀντάλᾳ ταῦτα 212 ἐμήνυσεν. Γόνθαρις δὲ κτεῖναι τὸν Ἀρεόβινδον λάθρα διενοεῖτο καὶ πείθει τοῦτον ἐξελθεῖν τῆς Καρχηδόνος καὶ ἐν τῷ πολέμῳ εὑρεθῆναι. ὁ δὲ Ἀρεόβινδος ἄπειρος τοῦ πολέμου ὤν, τὰ ὅπλα περιβαλέσθαι μὴ δυνάμενος ἀνεβάλετο· καὶ οὕτως ὁ χρόνος προῆλθε τῆς ἡμέρας. διὸ δὴ τὴν παράταξιν εἰς τὴν αὔριον ἀποθέμενος ἡσύχασεν. Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν ποιεῖσθαι ὑποπτεύσας, ἅτε τῶν πραττομένων αἰσθόμενον, ἐκ τοῦ ἐμφανοῦς κατ' αὐτοῦ ἐτυράννησεν. Ἀρεόβινδος δὲ κατὰ τάχος τὴν Καρχηδόνα καταλιπὼν καὶ φυγῇ χρησάμενος, εἰς ναῦν τε εἰσελθὼν ἐπὶ τὸ Βυζάντιον πορεύεσθαι ἤμελλεν, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσεν. ἀποστείλας δὲ Ἀθανάσιον ἐν Καρχηδόνι μετεπέμψατό τινας, ἐν οἷς καὶ Ἀρταβάνην, ὅστις πολλὰ παρῄνει τῷ Ἀρεοβίνδῳ, μήτε ἀναπεπτωκέναι μήτε δειλιαίνειν καὶ δεδιέναι τὸν Γονθάριδα, ἀλλ' ἐπ' αὐτὸν ὁμοῦ σὺν πᾶσι τοῖς αὐτῷ ἑπομένοις ἰέναι, πρίν τι περαιτέρω γενέσθαι κακόν. ὁ δὲ Γόνθαρις τὸν Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλλεν ὡς ἄνανδρόν τε καὶ δειλὸν καὶ τὰς ῥόγας τούτοις μὴ βούλεσθαι διδόναι. ὁ δὲ Ἀρεόβινδος σὺν Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις κατὰ Γονθάριδος ἦλθεν. καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ ταῖς πύλαις. τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι οὐκ ἔγνωσαν τὰ ὑπὸ Γονθάριδος μελετηθέντα, καὶ συναγόμενοι κατ' αὐτοῦ ὡπλίζοντο. ὁ δὲ Ἀρεόβινδος ἰδὼν ἀνθρώπους κτεινομένους, ἀήθης ὢν τοῦ τοιούτου θεάματος, τὴν δειλίαν οὐκ ἐνεγκὼν ἔφυγε καὶ εἰς τὸ τῆς παραθαλασσίας μοναστήριον, ὅπερ Σολόμων ἐδείματο καὶ περιετείχισεν ὡς φρούριον ἀσφαλές, εἰς αὐτὸ κατέφυγε σὺν τῇ γυναικὶ καὶ τῇ ἀδελφῇ. τότε καὶ Ἀρταβάνης φυγῇ ἐχρήσατο. Γόνθαρις δὲ κατὰ κράτος νικήσας τὸ παλάτιον ἔλαβεν. μεταπεμψάμενος δὲ τὸν τῆς πόλεως ἀρχιερέα καὶ Ἀθανάσιον τὰ πιστὰ τῷ Ἀρεοβίνδῳ ἐκέλευσε διδόναι καὶ εἰς τὸ παλάτιον αὐτὸν ἀγαγεῖν, ἀπειλήσας πολιορκήσειν αὐτὸν ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν. ὁ δὲ παρὰ τοῦ ἐπισκόπου Ῥεπαράτου τὰ πιστὰ λαβὼν τῷ Γονθάριδι εἰς ὄψιν ἦλθε καὶ πρηνὴς πεσὼν ἔκειτο τὴν ἱκετηρίαν 213 αὐτῷ τὰ εὐαγγέλια προτεινόμενος,