ἀφθόνου διατάξεως τῶν γραφῶν καὶ τῆς σωτηρίας ἑτοιμοτέραν τὴν εὕρεσιν. 3.12.89.1 Ἔστιν ἡμῖν ἡ δεκάλογος ἡ διὰ Μωυσέως, ἁπλῷ καὶ μονογενεῖ αἰνιττομένη στοιχείῳ, προσηγορίαν σωτήριον ἁμαρτιῶν περιγράφουσα· Οὐ μοιχεύσεις, οὐκ εἰδωλολατρήσεις, οὐ παιδοφθορήσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καὶ τὰ ἀκόλουθα τούτοις. Ταῦτα ἡμῖν παραφυλακτέον καὶ ὅσα ἄλλα κατὰ τὰς ἀναγνώσεις τῶν βιβλίων παραγγέλλεται. 3.12.89.2 Παραγγέλλει δὲ καὶ διὰ Ἡσαΐου· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, δικαιώσατε χήραν· καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει 3.12.89.3 κύριος. Πολλὰς δ' ἂν καὶ παρὰ τοῖς ἄλλοις εὕροιμεν ὑποθήκας, οἷον φέρε, εὐχῆς μὲν πέρι· τὰ ἔργα τὰ ἀγαθά, 3.12.89.4 φησίν, εὐχὴ κυρίῳ δεκτή, λέγει ἡ γραφή. Καὶ ὁ τρόπος τῆς εὐχῆς ὑπαγορεύεται· Ἐὰν ἴδῃς, φησί, γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε φανήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθεν ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε. 3.12.89.5 Τίς οὖν ὁ καρπὸς τῆς εὐχῆς ταύτης; Τότε ἐπιβοήσῃ, καὶ ὁ θεὸς ὑπακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι. 3.12.90.1 Περὶ δὲ νηστείας ἵνα τί μοι, φησίν, νηστεύετε; λέγει κύριος. Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, καὶ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὐτοῦ· οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ' οὕτως καλέσετε νηστείαν δεκτήν. 3.12.90.2 Τί οὖν αἰνίττεται ἡ νηστεία; Ἰδοὺ αὕτη, φησίν, ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην, λέγει κύριος. Λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόλυε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα. ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε. 3.12.90.3 Ναὶ μὴν καὶ περὶ θυσιῶν· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ ἐρίφων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχο3.12.90.4 μαι. Πῶς οὖν θύσω τῷ κυρίῳ; θυσία, φησίν, τῷ κυρίῳ πνεῦμα συντετριμμένον. Πῶς οὖν στέψω ἢ μύρῳ χρίσω; Ἢ τί θυμιάσω τῷ κυρίῳ; Ὀσμή, φησίν, εὐωδίας τῷ θεῷ καρδία δοξάζουσα τὸν πεπλακότα αὐτήν. Ταῦτα στέφη καὶ θυσίαι καὶ ἀρώματα καὶ ἄνθη τοῦ θεοῦ. 3.12.91.1 Ἔτι περὶ ἀνεξικακίας· Ἐὰν ἁμάρτῃ, φησίν, ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. Ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ τὸ ἑπτάκις ἐπιστρέφῃ πρός σε λέγων· μετανοῶ, ἄφες αὐτῷ· 3.12.91.2 καὶ τοῖς μὲν στρατευομένοις διὰ Ἰωάννου παραγγέλλει ἀρκεῖσθαι μόνοις τοῖς ὀψωνίοις, τοῖς δὲ τελώναις μηδὲν πλέον πράσσειν παρὰ τὰ διατεταγμένα· δικαστῇ δὲ οὐ λήψῃ φησὶ πρόσωπον ἐν κρίσει, τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα 3.12.91.3 δίκαια· ῥύσασθε ἀδικουμένους. Ἀλλὰ καὶ τοῖς οἰκονομικοῖς· Κτῆσις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται. Ναὶ μὴν καὶ περὶ ἀγάπης· Ἀγάπη, φησί, καλύπτει πλῆθος ἁμαρτιῶν· καὶ περὶ πολιτείας· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ 3.12.91.4 θεῷ· ὅρκου δὲ πέρι καὶ μνησικακίας· Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου προσενέγκαι μοι ὁλοκαυτώματα καὶ θυσίας· ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς· ἕκαστος ὑμῶν κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ αὐτοῦ μὴ μνησικακείτω, ὅρκον ψευδῆ μὴ ἀγαπάτω. 3.12.92.1 Ἀλλὰ καὶ ψεύσταις καὶ τετυφωμένοις προσαπειλεῖ, τοῖς μὲν ὧδέ πως· Οὐαὶ τοῖς λέγουσι τὸ γλυκὺ πικρὸν καὶ τὸ