1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

103

ναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ἀρά γε, ὦ Κλήμης, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τὴν σὴν τεκοῦσαν, καθὸ τὴν ἀπὸ ναυφρα- γίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ' ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί πότ' ἐστιν φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἱονδήποτε στοργὴ καθὸ ἄνθρωπός ἐστιν. ἀλλ' οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ ναυφραγίου ὑποδεξαμένην τὴν σὴν τεκοῦσαν οὔπω φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπ' ἐλέου γὰρ κολακευθεῖσα πέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυφραγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρο- μένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἂν ἠλέησεν; ὥστε οὔπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνή, ἀλλὰ ὑπὸ ἐλέου τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργε- σίας κεκινημένου. πόσῳ γε μᾶλλον ἡ σὴ τεκοῦσα, βίου εὐπορέσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθον- τος πάντα ἄνθρωπον καθὸ ἄνθρωπός ἐστιν φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδικήσαντας ἐλεῶσα εὐεργέτει, φιλάνθρωπος ἂν ἦν. εἰ δὲ διά τι φίλη ἢ ἐχθρὰ καὶ διά τι ἐχθρὰ ἢ φίλη, ἡ τοιαύτη τοῦ τινος αἰτίου φίλη ἐστὶν ἢ ἐχθρά, οὐ τοῦ ἀνθρώπου. κἀγὼ ἀπεκρινάμην· Oὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενο- δόχος ξένην ἣν οὐκ ἠπίστατο εὐεργετήσασα; καὶ ὁ Πέτρος· Ἐλεή- μονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ οὔτε τὴν τεκοῦσαν φιλότεκνον· ὑπ' ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὡς καὶ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται καὶ εὐνῆς καὶ ὁ φίλος ὑπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἄνευ τοῦ τι θηρᾶ- σθαι λαβεῖν εὐεργετεῖν πείθεται. πλὴν οὔπω φιλάνθρωπός ἐστιν. κἀγὼ ἔφην· Ἐπὶ ποίαις οὖν πράξεσιν φιλάνθρωπος εἶναί τις δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι τί πότ' ἐστιν φι- λανθρωπίας ἔργον, οὐκ ὀκνήσω λέγειν. φιλάνθρωπός ἐστιν ὁ καὶ ἐχθροὺς εὐεργετῶν. ὅτι δὲ οὕτως ἔχει, ἄκουσον. φιλανθρωπία ἐστὶν ἀρρενόθη λυς, ἧς τὸ θῆλυ μέρος ἐλεημοσύνη λέγεται, τὸ δὲ ἄρρεν αὐτῆς ἀγάπη πρὸς τὸν πλησίον ὠνόμασται· πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρω- πος, οὐχ ὅ τις ἄνθρωπος· ἄνθρωπος γάρ ἐστιν καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μι- μητὴν εἶναι τοῦ θεοῦ εὐεργετοῦντα δικαίους καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς πᾶσιν ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ παρέ- χων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ μηκέτι ἢ καὶ κο- λάζειν, κριτοῦ ἔργον ἐπιχειρεῖς πράττειν, οὐ τὸ τῆς φιλανθρωπίας σπου- δάζεις ἔχειν. κἀγὼ ἔφην· Ἀρά γε καὶ ὁ θεὸς μέλλων τότε κρί- νειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· Τοὐναν- τίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν