103
η. Τίνες τῆς Σίμωνος ἀσεβείας διάδοχοι, καὶ οἵων αἱρέσεων κατῆρξαν ἐφ' ἑξῆς, καὶ τὸ θ καὶ τὸ ι κεφάλαιον περιέχει καὶ τὸ κς τοῦ παρόντος κεφαλαίου. θ. Ὅπως Σίμων γοητείαις τισὶ πτῆναι θελήσας εὐχαῖς Πέτρου κατενεχθεὶς ἐξ ὕψους κάτω συνετρίβη τοὺς πόδας καὶ τῶν χειρῶν τοὺς τάρσους· ἱστορεῖ Κλήμης, Ἡγήσιππος, Ἰουστῖνος καὶ Eἰρηναῖος. ι. Ὅπως αἱ αἱρέσεις καὶ πρὸς ἑαυτὰς καὶ πρὸς τὴν ἀλήθειαν διαφω νοῦσιν. ια. Ἐξήγησις ἀποστολικοῦ κηρύγματος. ιβ. Πρὸς τοὺς Χριστὸν ὁμολογοῦντας, ἰουδαΐζειν δὲ θέλοντας. ιγ. Ὅπως χρὴ χωρίζεσθαι τῶν αἱρετικῶν. ιδ. Τίνες οἱ κηρύξαντες τὴν καθολικὴν διδασκαλίαν, καὶ τίνα τὰ δι' αὐτῶν παραγγέλματα. Καθολικὴ διδασκαλία. ιε. Ὅτι οὔτε ἀναβαπτίζειν χρὴ οὔτε μὴν παραδέχεσθαι τὸ παρὰ τῶν ἀσεβῶν δοθὲν βάπτισμα· οὐ γὰρ ἔστι βάπτισμα, ἀλλὰ μόλυσμα. ις. Περὶ τῶν ἀποκρύφων βιβλίων, ὅτι ψευδεπίγραφα. ιζ. Περὶ κληρικῶν γαμικὰ παραγγέλματα. ιη. Παραίνεσις κελεύουσα φεύγειν τὴν τῶν ἀσεβῶν αἱρετικῶν κοινω νίαν. ιθ. Πρὸς τοὺς φαυλίζοντας τὸν νόμον. κ. Τίς ὁ φυσικὸς νόμος καὶ τίς ὁ ἐπείσακτος, καὶ δι' ἣν αἰτίαν ἐπεισήχθη. κα. Ὅτι ὑπὸ χάριν ἐσμέν, ἀλλ' οὐχ ὑπὸ δουλείαν τοῦ ἐπεισάκτου νόμου, οἱ εἰς Χριστὸν πιστεύοντες. κβ. Ὅτι ἐπείσακτος ὁ περὶ θυσιῶν νόμος, ὃν περιεῖλε Χριστὸς παρα γενόμενος. κγ. Πῶς πληρωτὴς τοῦ νόμου γέγονεν Χριστός, καὶ τίνα τούτου ἔπαυσεν ἢ ἐνήλλαξεν ἢ μετέθηκεν. κδ. Ὅτι καὶ διὰ Ῥωμαίων εὐδόκησεν ὁ Κύριος τὸν τῆς δικαιοσύνης νόμον ἐπιδείκνυσθαι. κε. Ὡς Θεὸς Ἰουδαίους διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν αἰχμαλώτους ποιησάμενος ὑποφόρους κατέστησεν. κς. Ὅτι φεύγειν χρὴ τοὺς αἱρεσιώτας ὡς ψυχῶν φθορέας καὶ τί ἑκάστη αἵρεσις δοξάζει, ὁμοίως καὶ ἐν τῷ η καὶ θ καὶ ι κεφαλαίῳ. κζ. Περὶ παρατηρημάτων ἰουδαϊκῶν καὶ ἑλληνικῶν, γονορροίας, ὀνει ρώξεως, πλησιασμοῦ, ἀφέδρου, μίξεως νομίμου, τοκετοῦ, ἀπο βολῆς, μώμου σώματος, κηδίας νεκροῦ ἢ ὀστέων, μνήματος ἢ διαφορᾶς βρωμάτων. κη. Περὶ παιδεραστίας, μοιχείας τε καὶ πορνείας καὶ μίξεως ἀλόγων, ὅτι τὰ μὲν ἐστὶ παρὰ φύσιν ἀσεβήματα, τὰ δὲ παράνομα καὶ ἄδικα, καὶ διὰ τί τούτων ἕκαστον ἀπείρηται καὶ κολάζεται. κθ. Ὅπως χρὴ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι καὶ