Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἐμφανίζοντα τὴν ὁδὸν, δι' ἧς ἄν τις εἰσελάσειε πρὸς ζωήν. Ταῦτα οὖν φασιν, ὅτι ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον λατρείαν ἐξώσθησαν. Ἤδη δὲ ἔφαμεν ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετείαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμε νοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά. Ἐπεὶ ἄλλως, πῶς ἐνταῦθά φησι μήτε ἐπιλαθέσθαι, μήτε μὴν ἀδικῆσαι ἐν τῇ διαθήκῃ αὐτοῦ, καὶ οἷον ἀνόπιν πέμψαι τὰς ἑαυτῶν καρδίας, εἶτα παθεῖν τὴν ἀποστροφὴν, καὶ τὰ ἐξ ὀργῆς ὑπομεῖναι βλάβη· Ἢ γὰρ ψεύσονται, μὴ ἀδικῆσαι λέγοντες ἐν τῇ διαθήκῃ αὐτοῦ, ἢ τῶν θείων κριμάτων οὐ μετρίαν ποιήσονται τὴν καταβοὴν, ὡς οὐκ ἐν δίκῃ παθόντες κεκολασμένοι. Οὐκοῦν οἱ προφῆται ὄντες δίκαιοι, καὶ νομοφύλακες γεγονότες, ὡς ἐξ αἵματος τοῦ Ἰσραὴλ, οἰκειοῦνται τὰ πάθη τῆς ἀγελαίου πληθύος, ἥτις καὶ πεπαρῴνηκεν εἰς Χριστόν· καὶ τὰς τῶν προσκεκρουκότων ποιοῦν ται λιτὰς, εὖ εἰδότες ὅτι κατοικτείρειν ἔθος τῷ πάν των ∆εσπότῃ, καὶ πολλοὺς ἔσθ' ὅτε τῶν ἁμαρτωλῶν δι' ὀλίγους δικαίους. Καὶ ὥσπερ ἐν τῇ ἐρήμῳ ἀσε βήσαντός ποτε τοῦ λαοῦ, καὶ παραδοθέντος τῷ ὀλο θρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ αὐτοῦ τὸ θυμίαμα, καὶ ὁ Θεὸς ἱλάσθη τῷ πλήθει διὰ τὴν τοῦ ἱερέως ἀναφορὰν, οὕτως καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες, τὴν λογικὴν αὐτῶν θυσίαν ἀνα πέμπουσιν ὑπερευχόμενοι τοῦ λαοῦ, καὶ τὰ οἰκεῖα προσάγοντες κατορθώματα. Τῷ γὰρ πλήθει ταῦτα λέγειν οὐχ ἥρμοζεν, ὅπερ ἀσεβῆσαν τοῖς ἐχθροῖς πα ραδέδοτο· ἀλλ' ὥσπερ εἰς ἑαυτοὺς ἀνέλαβον οἱ προ φῆται τὰ πάθη τοῦ πλήθους, οὕτω τὰ ἑαυτῶν ἐκοινο ποίησαν κατορθώματα. Ἀκόλουθον γὰρ, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξα ζομένου συγχαίρειν. 69.1025 Οὐχὶ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. (L f. 118 b) Αὐτὸν ποιεῖ μάρτυρα λόγων τε καὶ διανοημάτων, ὅτι μηδὲν αὐτοὺς τῆς εὐσεβείας μετέστρεψεν. Ἐν γὰρ τῷ σῷ ὀνόματι παῤῥησίαν ἔχοντες, φασὶν, ἐγκαυχώμεθα. Οἶσθα δὲ καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ' ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας ἐθανατούμεθα. Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ' ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀλη θείας ἀναδέξασθαι θάνατον, δυνάμει τέθνηκεν· ὅπερ ἔφη καὶ Παῦλος, διαφόρους ὑφιστάμενος πειρασμοὺς, καὶ λέγων· "Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν." Ἐν τοῖς οὖν κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν, καὶ παραδεδωκότες ἄπαξ ἑαυτοὺς θυσίαν ὑπὲρ τοῦ λαοῦ, τῷ λογισμῷ τοῦτο πεπόνθαμεν. Ὡς οὖν ταῦτα παθόντες ἐπιστρέ φομέν σε πρὸς ἡμᾶς, καὶ διεγείρομεν ὥσπερ καὶ καθ εύδοντα εἰς τὰ φαῦλα. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσον ἡμᾶς ἔνεκεν τοῦ ὀνόματός σου. (B f. 163 b) Τὴν ἐν ὑστέροις καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν, διὰ τῶν προκειμέ νων ἡμῖν κατασημαίνουσι στίχων· προσεπάγοντες δὲ τοῖς ἑαυτῶν λόγοις, ἤτοι ταῖς πρὸς Θεὸν ἱκετείαις τὸ, "ἕνεκεν τοῦ ὀνόματός σου," διαῤῥήδην ὁμολογοῦ σιν, ὡς οὐκ ἄξιοι μὲν τοῦ ἐλεεῖσθαι δεῖν, οἱ τῆς ἑαυ τῶν ἀγνοίας τὸ κέρας ἀκονήσαντες τῷ Χριστῷ. Πρέ πει γε μὴν τὸ ἐλεεῖν αὐτὸν, καὶ τοῖς ἀνθρωπίνοις πταίσμασιν μὴ συνεκτείνειν τὰ ἐξ ὀργῆς, κατοικτεί ρειν δὲ μᾶλλον δι' ἑαυτόν. Καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλὰ διὰ τὸ ὄνομά μου."
ΨΑΛΜΟΣ Μ∆ʹ.
Εἰς τὸ τέλος, ὑπὲρ ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ὑπὲρ τοῦ
ἀγαπητοῦ. (B f. 164, K f. 87 b) Ἄδεταί γε μὴν ὁ ψαλμὸς εἰς τὸ τέλος· διήγησιν γὰρ, ἤγουν προαναφώνησιν, ἔχει τοῦ κατὰ Χριστὸν μυστηρίου, ὂ γέγονεν ἐπὶ συντε λείᾳ τοῦ παρόντος αἰῶνος. Οὕτω γὰρ ἡμῖν ἐπέφανεν ὁ Υἱός. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις, ὑπὲρ τῶν ἀλ λοιωθησομένων, καὶ ὑπὲρ τοῦ ἀγαπητοῦ, συντεθεῖ σθαι λέγεται.