1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

103

πεπερασμένην, καθ' ἣν ἐπὶ νεφέλης κούφης, τῆς ἐκ Πνεύματος ἁγίου συστάσης αὐτῷ σαρκὸς, εἰς τὸν βίον τοῦτον, Αἴγυπτον τροπικῶς ὀνομαζόμενον, παρελήλυθε, καὶ εἰς αὐτὴν δὲ σωματικῶς τὴν Αἴγυπτον, εἰς ἣν ἔτι παῖς ὢν πρὸς τῆς μητρὸς καὶ τοῦ Ἰωσὴφ διεκομίσθη· τηνικαῦτα δὲ κατά τινας ἀπορρήτους λόγους ἐσείσθησαν καὶ ἐκινήθησαν ὑποταραχθέντες αὐτοῦ τῇ παρουσίᾳ οἱ ἐν τοῖς πανταχόσε χειροποιητοῖς ξοάνοις ἐνοικοῦντές τε καὶ ἐνεργοῦντες τὸ πρότερον δαίμονες· ὅπερ δηλοῦται διὰ τῆς λεγούσης προφητείας, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. Ταῦτα δὲ καὶ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἀπ' οὐρανῶν βασιλείαν πληρωθήσεται, καθ' ἣν καὶ αὐτὴν σεισθήσεσθαι εἰκὸς ἂν εἴη· καὶ τότε μᾶλλον κλονηθήσεσθαι τὰ ἀποδεδομένα χειροποιητὰ Αἰγύπτου, ὧν καὶ τὴν καρδίαν ἡττηθήσεσθαι φασὶν, ἐν αὐτοῖς τοῦ θείου Λόγου καθυποτάξαντος ἑαυτῷ καὶ ταπεινώσοντος τότε πᾶν ὕψωμα τὸ νῦν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· τὰ δ' ἑξῆς τῆς προφητείας ἅπαντα διὰ μόνης ἀποδοθήσεται τροπολογίας. Ψ. ΙΑʹ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ 190 Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτούς· καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ποιήσουσιν θυσίας καὶ δῶρον· καὶ εὔξονται εὐχὰς τῷ Θεῷ. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀποσταλεὶς ὑπὸ Κυρίου ἄνθρωπος, καὶ σώσας τοὺς Αἰγυπτίους διὰ τοῦ κρίνειν, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Αἰγύπτου δὲ τροπικῶς νοουμένου τοῦ τῶν ἀνθρώπων βίου, εἶεν ἂν οἱ δεισιδαίμονες καὶ τοῖς ὑλικοῖς προπεπονθότες Αἰγύπτιοι, οὓς ὁ τῶν ὅλων Θεὸς κατελεήσας θλιβομένους ὑπὸ τῶν κατατυραννούντων αὐτοὺς δαιμόνων, ἀποστείλας τὸν προειρημένον ἄνθρωπον, ὃς ἔσωσεν σωτηρίαν Θεῷ πρέπουσαν, ὥστε τοὺς πάλαι κατὰ τὸν νόμον εἰργομένους τῆς ἐκκλησίας Κυρίου διὰ τῆς γενομένης αὐτοῖς ἐπιφανίας ἐπιγνῶναι τὸν Κύριον, αὐτοῦ τοῦ Κυρίου γνωστὸν αὑτὸν αὐτοῖς ἐμποιοῦντος· σαφὲς δ' ὅπως ἐν τῇ δηλωθείσῃ τῇ τῶν Αἰγυπτίων χώρᾳ συνέστη τῷ Κυρίῳ θυσιαστήριον ἀπὸ τῶν ἐν παντὶ τόπῳ εἰς εὐχὰς καὶ Θεοῦ θρησκείαν ἐπιτελουμένων ἀθροισμάτων. Εἴποι δ' ἄν τις ἐπιβαίνων τῇ λέξει εἰς τὸ, καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων, εἰ δὴ τὸ θυσιαστήριον τόπος τίς ἐστιν θυμάτων, ἐπὶ λόγῳ Θεοῦ ζῴων ἀλόγων σφαγιαζομένων, δικαιότατα ἂν μεῖζον καὶ ἀληθέστερον διὰ Χριστοῦ γεγονέναι τῷ Θεῷ θυσιαστήριον ἐν ὅλῳ τε τῷ περιγείῳ τόπῳ, Αἰγύπτῳ τροπικῶς χρηματίζοντι, διὰ τοὺς πανταχόσε μάρτυρας θύματα καὶ οἱονεὶ 191 σφάγια ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀναφερομένων τῷ Θεῷ καὶ ἐν αὐτῇ δὲ τῇ σωματικῇ τῶν Αἰγυπτίων χώρᾳ, ἔνθα τοσοῦτοι καὶ τηλικοῦτοι μάρτυρες ἐδόξασαν τὸν Θεὸν τῷ ἰδίῳ αὐτῶν αἵματι· ἀλλ' εἰ δυσπειθῶς ἔχοιεν πρὸς τὰ ἀποδεδομένα οἱ ἐκ περιτομῆς, λεγέτωσαν αὐτοὶ πότε καὶ ποῦ καὶ πρὸς τίνος θυσιαστήριον κατέστη τῷ Κυρίῳ ἐν Αἰγύπτῳ, τίς δὲ ὁ ἄνθρωπος ὁ σώσας τοὺς Αἰγυπτίους, τίνα τε τρόπον καὶ πότε γνωστὸς ἐγένετο Κύριος τοῖς Αἰγυπτίοις, ὥστε αὐτοὺς ἀποστάντας τῆς προτέρας πλάνης τὴν περὶ αὐτοῦ γνῶσιν ἀναλαβεῖν· τοιοῦτον γάρ ἐστι τὸ ἐπιγνῶναι Κύριον. Καὶ ὅλα δὲ τὰ ἑξῆς τῆς προφητείας βαθυτέρας ἤρτηται διανοίας, ἣν οὐχ ὁ παρὼν ἀναπτύσσειν καιρός. Ψ. ΙΒʹ. Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν· καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Ἐπιγραφή τις ἐν Ψαλμοῖς ὑπὲρ τοῦ ἀγαπητοῦ φέρεται· καὶ πάλιν εἴρηται, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· δείκνυται δ' ἐν τοῖς τόποις οὐκ ἄλλος ὢν τοῦ Χριστοῦ λεγόμενος ἀγαπητὸς τοῦ Θεοῦ. Τούτου χάριν ἐπεσημηνάμεθα καὶ τὸν ἐν χερσὶν ἀγαπητόν· αὐτὸν ἐκεῖνον ὑπολαμβάνοντες εἶναι, ὃν καὶ ἐξ