Τιβεριάδα. ἐφ' οὗ μέγας σεισμὸς γενόμενος κατήνεγκε πόλεις ἕως ἐδάφους ιγʹ, Ἔφεσον, Μαγνησίαν, Σάρδην, Μοστίνην, Λιγάϊν, Ἱεροκαισάρειαν, Φιλαδέλφειαν, Τίμολον, Κύμην, Μυρίναν, Ἀπολ λωνίαν, ∆ίαν, Ὑρκανίαν. καὶ ἐν μὲν τῷ ιεʹ ἔτει τῆς αὐτοῦ 312 βασιλείας ὁ κύριος ἡμῶν βαπτισθεὶς τοῦ εὐαγγελικοῦ κηρύγ ματος ἀπήρξατο, ἐν δὲ τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ σταυ ρωθεὶς ὁ κύριος ἀνίσταται τῇ κθʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι Μαρτίου τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ' Ἑβραίοις λεγομένου κεʹ, ἐπιφωσκούσης κυριακῆς μιᾶς σαββάτων τῆς πρώτης καὶ ἀρχῆς καὶ τιμιωτάτης τῶν ἡμερῶν ἡμέρας, περὶ ἧς ἔφη Μωϋσῆς· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καί· αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεός. διό φησιν ὁ ∆αυίδ· αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφραν θῶμεν ἐν αὐτῇ. ἥτις ἐστὶ τὸ κυριακὸν πάσχα Μαρτίου κεʹ, ὡς εἴρηται. Περὶ ἧς γέ τοι καὶ ὁ μέγας ἔφη Χρυσόστομος· εἰ οὖν ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη Χριστός, ὡς αὐτὸς ἔλεγεν· δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, διὰ τί ἡ ὀγδόη ἀνάστασις λέγεται τοῦ κυρίου; καὶ τρίτη μὲν εἴρηται ὡς ἀπὸ τοῦ πάθους καὶ τοῦ σταυροῦ, ὀγδόη δὲ ὡς ἀπὸ τῆς δημιουργίας καὶ τῆς ἀναστάσεως. ἐπεὶ οὖν τῇ κυριακῇ ἀνέστη Χριστός, ἐν ᾗ ἀρχὴ τοῦ φαινομένου κόσμου γέγονεν, ἥτις ὑπάρχει τὸ φῶς ἀπὸ τοῦ κόσμου λάμψαν ἐν αὐτῇ, καὶ τὸ νοητὸν φῶς τὸ ἀληθινόν, ὁ Χριστός, ἐκ τάφου ἀνέτειλεν, δι' ὃν καὶ ὡς ἀπὸ τάφου καὶ θανάτου ὁ κόσμος ἐγήγερται. ἀπὸ κυριακῆς οὖν εἰς κυριακὴν ἡ ὀγδόη ἀπαντᾷ, καὶ ἔστι 313 τρίτη καὶ ὀγδόη ἡ αὐτή, τρίτη ἀφ' οὗ ἔπαθεν, ὀγδόη ἀφ' ἧς ὁ κόσμος ἐγένετο. ἔστι δὲ καὶ ἄλλη αἰτία τῆς ὀγδόης καὶ τῆς τρίτης, διὰ τί ἀνάστασις ἑκάστη ὠνόμασται. ἐν γὰρ τῇ ὀγδόῃ ἡμέρᾳ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καὶ ἔστιν ἡ κατάπαυσις τέλος καὶ συντέλεια ἔργων ἀπηρτισμένων. τέλος δὲ καὶ κατάπαυσις λέγεται καὶ ἡ τοῦ κόσμου συντέλεια, ὅτε μέλλει παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ θεός. ἐπεὶ οὖν ἁμαρτιῶν ὁ βίος ἔγεμε καὶ ἠπει λεῖτο κόσμου συντέλεια, ὁ δὲ Χριστὸς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἦλθε καὶ ἔπαθε καὶ ἐτάφη καὶ ἀνέστη, ἐν τῇ κυριακῇ, ἐν ᾗ τὸν κόσμον ποιεῖν ἤρξατο, ἐν αὐτῇ ὁ κοσμοποιὸς ἀνέστη καὶ τὸν κόσμον ἀνέ στησεν, καὶ ἡ πρώτη ἐν δημιουργίᾳ ὀγδόη ἐν τῇ παλιγγε νεσίᾳ γέγονεν. τῇ ἕκτῃ ἐπὶ ξύλου σταυροῦται διὰ τὸν ἐν τῇ ἕκτῃ γενόμενον ἄνθρωπον. διὰ τοῦτο γὰρ ἐν τῇ ἕκτῃ ἐσταύρωται ἡμέρᾳ, ἵνα πάντες μάθωμεν, ὅτι ὁ ἐν τῇ ἕκτῃ δημιουργήσας τὸν ἄνθρωπον αὐτὸς ἐκεῖνος ἐν τῇ ἕκτῃ ἐσταυρώθη διὰ τὸν ἄνθρωπον. καὶ οὐ μόνον ἐν ἡμέρᾳ ἕκτῃ, ἀλλὰ καὶ ἐν ὥρᾳ ἕκτῃ ἐπὶ ξύλου ἐκρέματο, ἐπειδὴ ἀρχὴ ἁμαρτίας ὥρᾳ ἕκτῃ ἀπὸ τοῦ ξύλου γέγονεν, ὅτε Ἀδὰμ τὸν θάνατον ἠρίστησεν, ὅθεν λοιπὸν τότε καὶ λογχευθεὶς ἐξέβλυσεν αἷμα καὶ ὕδωρ, οἱ δύο μάρτυρες τῶν κυριοκτό νων, τὸ μὲν αἷμα, ἵνα Ἰουδαίους ἐλέγξῃ εἰπόντας· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, τὸ δὲ ὕδωρ, ἵνα τοῦ Πιλάτου κατηγορήσῃ, ὅτι λαβὼν ὕδωρ καὶ νιψάμενος ὡς ἀθῷος τὸν ἀθῷον καὶ δίκαιον φραγελλώσας ἐσταύρωσεν. 314 ἐπεὶ οὖν, ὡς πολλάκις ἔφην, ἡ ὀγδόη καὶ ἡ τῶν νεκρῶν ἔγερσις βοᾷ τὴν τοῦ κόσμου συντέλειαν, ἰστέον ὡς τότε πάντως ἡ τοῦ κόσμου γενήσεται συντέλεια, ὅτε οἱ ὅσιοι καὶ εὐσεβεῖς ἐκλείψουσιν ἀπὸ τῆς γῆς. καὶ τούτου μάρτυς ὁ Χριστὸς εἰπών· ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; καὶ ὁ ἀπόστολός φησιν· ἐὰν μὴ ἔλθῃ πρῶτον ἡ ἀποστασία, ὅτε ἀποστήσονται τῆς πίστεως προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων. καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. καὶ ὥσπερ κυβερνητῶν ἀπώλεια τῶν πλοίων ἐστὶ ναυάγια, καὶ ποιμένων ἀπουσία προβάτων ὄλεθρος, καὶ γεωργῶν ἀμέλεια χωρίων ἀφανισμός, οὕτω καὶ τῶν ὁσίων ἡ ἔκλειψις τοῦ κόσμου κατάλυσις. ὁσιότης δέ ἐστιν ἡ πρὸς τὸν θεὸν καθοσίωσις, καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καὶ ἔργων ἀγαθῶν καθοσιώσας καὶ τῷ θεῷ ἀφιερώσας.