1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

103

Σαμάρειαν Ἑλισσαῖος ἐπιστὰς σῴζει μέλλοντας ἀπόλλυσθαι. Ὁ υἱὸς Ἄδερ τὴν Σαμάρειαν καὶ τὸν Ἰσραὴλ ἐπολιόρκησεν, ὥστε λιμῷ τακῆναι σφοδρῷ τοὺς ἐν τῇ πόλει καί τινας γυναῖκας τὰ ἴδια τέκνα φαγεῖν. Ἰωρὰμ δὲ ὁ βασιλεὺς Ἰσραὴλ ἀποτεμεῖν τὸν Ἑλισσαῖον ἀποφηνάμενοςλύσιν λαμβάνει τῆς λιμοῦ, θείᾳ φυγόντων ἐκστάσει τῶν πολεμίων καὶ πάντα καταλειψάντων τὰ πρὸς ζωὴν τῷ Ἰσραήλ. Ἑλισσαιὲ μετὰ Ἠλία θαυματουργὸς καὶ προφήτης ἐγνωρίζετο. Ἑλισσαιὲ τὸν Ἰηοὺ πέμψας ἔχρισε βασιλέα Ἰσραήλ. Τοῦ Ἰσραὴλ θʹ ἐβασίλευσεν Ἰηοὺ ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχιʹ. Ἐπὶ τούτου λιμὸς καὶ σεισμὸς μέγας κατὰ τὴν Ἰουδαίαν ἐγένετο. Οὗτος ἀνεῖλε τὸν Ὀχοζίαν καὶ τοὺς υἱοὺς Ἀχαὰβ καὶ Ἰεζάβελ τὴν Σιδωνίαν. Ἰηοὺ βασιλεὺς Ἰσραὴλ προσεκύνει ταῖς χρυσαῖς δαμάλεσιν, ἃς ἐποίη σεν Ἱεροβωὰμ ἐν Βαιθὴλ καὶ ἐν ∆άν, τῇ νῦν Πανεάδι καλουμένῃ. Τούτῳ Ἀζαὴλ βασιλεὺς Συρίας ἐπιστρατεύσας ἀνεῖλε πλείστους κατὰ τὸ ῥῆμα Ἑλισσαίου τοῦ προφήτου. Ἀζαὴλ βασιλεὺς Συρίας πορθήσας τὸν Ἰσραὴλ κατὰ τοῦ Ἰωὰς καὶ τῆς Ἱερουσαλὴμ ἡτοιμάζετο. τούτῳ δὲ ἀποστείλας πάντα τὰ ἅγια καὶ τὸ χρυ σίον Ἰωὰς ἔπεισεν ἀναστρέψαι.

ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων οζʹ ἐβασίλευσε Ταράκης ἔτη κʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος δψνςʹ. Αἰγυπτίων οηʹ ἐβασίλευσεν Ἀμαὴς ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψοςʹ. 226 Αἰγυπτίων οθʹ ἐβασίλευσε Στεφινάθης ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωιδʹ. Αἰγυπτίων πʹ ἐβασίλευσε Νεχεψὸς ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωμαʹ.

ΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ Λατίνων ιβʹ ἐβασίλευσε Κάρμεντος ἔτη ιςʹ. τοῦ δὲ

κόσμου ἦν ἔτος δχναʹ. Λατίνων ιγʹ ἐβασίλευσε Σιλούιος ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχξζʹ. Λατίνων ιδʹ ἐβασίλευσε Περκὰς Σιλούιος ἔτη λβʹ. κατὰ τοῦτον ἡ αʹ ὀλυμπιάς. τοῦ δὲ κόσμου ἦν ἔτος δχπεʹ. Λατίνων ιεʹ ἐβασίλευσεν Ἄμουλος Σιλούιος ἔτη κγʹ καὶ Νομήτωρ, ὥς τισι δοκεῖ, ἔτη βʹ μετὰ Ἄμουλον ἰδίως, τινὲς δὲ σὺν αὐτῷ φασι. τοῦ δὲ κόσμου ἦν ἔτος δψιζʹ. Ῥῶμος καὶ Ῥωμύλος ἐγεννήθησαν Ἄρει καὶ Ἰλίᾳ τῇ Νομήτορος, κατὰδὲ τινὰς πρὸ ἐτῶν ιʹ. Ῥωμύλον φασὶ κατὰ τὸ τέλος τῆς ζʹ ὀλυμπιάδος βασιλεῦσαι τῶν Λα τίνων ἀπὸ Αἰνείου, Ῥώμην τε κτίσαι καὶ μετονομάσαι τὴν πόλιν καὶ τὸ ἔθνος τῷ ἰδίῳ ὀνόματι Ῥωμαίους, τοὺς πρότερον λεγομένους Λατίνους· ἄλλοι δὲ κατὰ τὴν ςʹ ὀλυμπιάδα καὶ ἕτεροι κατὰ τὴν ηʹ φασί, καὶ ἁπλῶς εἰπεῖν πολλὴ γέγονε διαφωνία περί τε τοῦ χρόνου τῆς κτίσεως αὐτῆς καὶ τῶν οἰκιστῶν. Κεφαλίων γὰρ ὁ Γεργησαῖος συγγραφεὺς πάνυ παλαιὸς μετὰ δευτέραν τῆς Τροίας ἁλώσεως γενεάν φησι τὴν πόλιν ἐκτίσθαι ὑπὸ Ῥώμου ἑνὸς τῶν Αἰνείου παίδων δʹ, ἀδελφοῦ δὲ Ἀσκανίου καὶ Εὐρυλέοντος καὶ Ῥωμύλου,οὕς φησι γεγενῆσθαι τῷ Αἰνείᾳ. συμφωνοῦσι δὲ τῷ Κεφαλίωνι ∆ημαγό 227 ρας τε καὶ Ἀγάθυμος καὶ ἄλλοι πολλοὶ περὶ τοῦ χρόνου τούτου καὶ Ῥώμου τοῦ κτιστοῦ Ῥώμης καὶ οἰκιστοῦ αὐτῆς, κατὰ τὸν Κεφαλίωνα, ἑνὸς αὐτοῦ πεφυκότος τῶν ἐξ Ἰλίου διασωθέντων καὶ ἡγεμόνος τῆς ἀποικίας Ῥώμου. Ὁ δὲ τὰς ἐν Ἄργει συναγαγὼν ἱερείας οἰκιστὴν γενέσθαι τῆς Ῥώμης φησὶ τὸν Αἰνείαν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα σὺν Ὀδυσσεῖ, καὶ ταύτην εἰς ὄνομα Ῥώμης μιᾶς τῶν σὺν αὐτῷ Ἰλιάδων ὀνομάσαι τῆς ἐμπρησάσης ἅμα ταῖς ἄλλαις Τρῳάσι τὰ σκάφη, βαρουμένης τῇ πλάνῃ. ὁμο λογεῖ δὲ σὺν ἄλλοις ταῦτα καὶ ∆αμαστὴς ὁ Σιγειεύς. Ἀριστοτέλης δὲ ὁ φιλοίστωρ τινὰς τῶν ἀπὸ Τροίας ἀναχθέντων Ἀχαιῶν περὶ τὸν Μάλεον πλέοντας χειμῶνι μεγάλῳ καταληφθῆναι ὑπὸ τῶν πνευ μάτων τε πλανωμένους πολλαχῆ τοῦ πελάγους εἰς τόπον τῆς Ὀπικῆς κα λούμενον Λάτιον ἐλθεῖν ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, ἔνθα τὰς ναῦς ἀνελκύσαντες κατὰ χειμερινὴν ὥραν παρεσκευάζοντο πρὸς τὴν ἄπαρ σιν ἔαρος ἀρχῇ. γυναῖκες δέ τινες αἰχμαλωτίδες ἐξ