103
βούλει χρήσασθαι αὐτῷ· πάντως δὲ οὐκ ἐπιλελῆσθαι, ὀλίγου τοῦ παρῳχηκότος ὄντος χρόνου, ὅσα ἐλθὼν ἐδεῖτο περὶ τῆς εἰρήνης, ταύτην ἀντὶ τοῦ πολέμου μᾶλλον ἑλέσθαι συμβουλεύων, καὶ μὴ τοῖς ἐνάγουσι πείθεσθαι πολεμεῖν, ὡς οὐδὲν ὀνήσουσιν ἐπὶ τῶν ἔργων, ὧν αὐτὸς μὲν οὐκ ἐβούλετο προφήτης εὑρεθῆναι· ὅμως δὲ ἐξέβη ᾗ προείρηται αὐτῷ. ἐὰν δὲ νῦν καταθέσθαι τὸν πόλεμον πάλιν ἐθελήσῃς, ἐκεῖνά τε ὡς μηδὲ τὴν ἀρχὴν γεγενημένα λογιεῖται καὶ γνώμης οὕτως ἔχει καὶ παρασκευῆς, ὡς πάντα πράξων, ἅττα ἂν αὐτὸς κελεύῃς. Ὁ μὲν Πεπανὸς τῷ 1.290 πρεσβυτέρῳ βασιλεῖ ἀπήγγελλεν ἐλθὼν ὅσα ἦν παρὰ τοῦ νέου προστεταγμένος βασιλέως. ὀλίγῳ δὲ ὕστερον ἐπανελθὼν, ἀπήγγελλε τῷ νέῳ βασιλεῖ, ὅτι βασιλεὺς κελεύει τῶν τῇδε ὅποι βούλοιτο ἀποχωρεῖν καὶ μὴ κατατρίβειν τὸν καιρὸν εἰκῆ καὶ μάτην, μέλλοντα οὐδὲν ἀνύειν ὧν διανοεῖται. ἐρομένου δὲ τοῦ νέου βασιλέως, εἰ μηδὲν αὐτῷ πλέον προστάξειε βασιλεὺς, «οὐδὲν» εἶπεν ὁ Πεπανός. «οὐκοῦν» ἔφη «τὸ βασιλέως πρόσταγμα πληρῶν, ὅποι ἂν ὁ θεὸς ἡγοῖτο βαδιοῦμαι.» καὶ ἀναζεύξας ἐκεῖθεν, ἐν τοῖς λειμῶσι τοῖς παρὰ τὴν γέφυραν τῆς Καμήλου ηὐλίσατο τὴν νύκτα, καὶ ἐς τὴν ὑστεραίαν πάλιν παρὰ τὰς αὐτὰς πύλας ἐλθὼν, ἐδεῖτο βασιλέως προσδέξασθαι τὴν εἰρήνην καὶ τὸν πόλεμον καταλῦσαι. ὡς δ' ἐσήκουεν οὐδεὶς, ἀναστρέψας ἤλαυνε πρὸς τὸν Μέλανα ποταμὸν, ἔνθα πρωτοστράτωρ ἦν μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐστρατοπεδευμένος. βασιλεὺς μὲν οὖν ᾔει ἡγούμενος τῆς στρατιᾶς, ὁ μέγας δὲ ὑπελείπετο δομέστικος χρείας τινὸς ἕνεκα ὀπίσω. προσελθὼν δὲ αὐτῷ τις ἐν ἐνδύμασι διεῤῥωγόσιν οἷα τὰ τῶν πενήτων, κρύφα τι ἔλεγεν ἔχειν αὐτῷ διαλεχθῆναι. προελθὼν δὲ ἐφ' ἱκανὸν ὅσον μὴ ὁρᾶσθαι ἀπὸ τῶν τειχῶν, ἐκέλευεν ὅ,τι ἂν βούλοιτο φράζειν. ὁ δὲ καὶ ἕτερόν τινα προσκαλεσάμενος τὸν κοινωνοῦντα αὐτῷ τῶν βουλευμάτων, οὐδενὸς αὐτοῖς ἑτέρου συμπαρόντος, φίλοι μὲν ἔφασαν αὐτοὶ ἐς τὰ μάλιστα ἀλλήλοις εἶναι ἐκ παλαιοῦ καὶ τὰς οἰκήσεις ἔχειν γειτονούσας· ὁρῶντες δὲ ὅσα ἀδικεῖται καὶ ἀπελαύνεται ὁ νέος βασιλεὺς ἐπὶ προφάσει οὐδεμιᾷ, ἀλγεῖν τε οὐκέτι ἀνεκτῶς καὶ προθυμεῖσθαι, ἂν 1.291 ἐξῇ, ἀμύνειν τὰ δυνατὰ ἀδικουμένῳ, καὶ μάλιστα ἐξ ὅτου κατά τε Ῥήγιον ἀπολογούμενος ὁ βασιλεὺς πάσης ἀπέλυσεν αἰτίας ἑαυτὸν, παρεῖναι γὰρ τότε καὶ αὐτοὺς, καὶ ἐνταῦθα ἀφικόμενος πολλαῖς ἐχρήσατο δεήσεσι καὶ ἱκεσίαις πρὸς τὸν πάππον, μὴ τὸν πόλεμον κινεῖν. γνώμης μὲν οὖν οὕτως ἔφασαν ἔχειν καὶ παρασκευῆς· ἐνδεεστέρας δὲ οὔσης τῆς δυνάμεως αὐτῶν ἢ κατὰ τὴν προθυμίαν, καιρὸν ζητεῖν, καθ' ὃν ἂν αὐτοῖς ἐγγένοιτο καὶ ἔργῳ ἃ προείλοντο δρᾷν· ὃν δὴ καλῶς ποιοῦντα ἥκειν. μετὰ γὰρ τὸ βασιλέα τὸν νέον πρὸς τὴν ἑσπέραν ἐκστρατεῦσαι, τοὺς τὴν φυλακὴν τῆς πόλεως ἐπιτετραμμένους, οὕτω τοῦ θεοῦ πόῤῥωθεν τὰ λυσιτελοῦντα προκατασκευαζομένου, τοῖς ἐπὶ ταῖς πύλαις τοῦ ἁγίου Ῥωμανοῦ καλουμέναις τείχεσιν ἐπιστῆσαι, ὥστε νύκτωρ ἔχειν ἀγρυπνοῦντας φυλακὴν ἅμα καὶ ἑτέροις ὀκτὼ ἐκ διαδοχῆς. αὐτοῖς μὲν οὖν εὐθὺς, τούτου γενομένου, ἔννοιαν εἰσελθεῖν τοῦ δυνήσεσθαι ἄν ποτε βασιλεῖ χρησίμους εἶναι. ἐπεὶ δὲ καὶ ἐπύθοντο ὅσον οὐδέπω εἰς Βυζάντιον ἀφίξεσθαι αὐτὸν, τοῖς ἑταίροις, ὅ φασι, κύβον ῥίψαντες, διειλέχθαι περὶ τοῦ βασιλεῖ τῷ νέῳ τὴν πόλιν προδιδόναι, πεπεικέναι τε δίκαιά τε ἅμα δόξαντας λέγειν καὶ συμφέροντα πᾶσι Ῥωμαίοις· καὶ νῦν εἶναι ἐν ἑτοίμῳ, κλίμαξι τὸν βασιλέα ἀνάγειν εἰς τὸ τεῖχος, νύκτα φυλάξαντας καθ' ἣν αὐτοῖς ἡ διαδοχή ἐστι τῆς φυλακῆς. οἱ μὲν οὖν τοιαῦτα εἶπον· ὁ μέγας δὲ δομέστικος τὸν μὲν ἀπαγγελοῦντα βασιλεῖ περιμένειν ἔπεμψεν εὐθὺς, τοὺς δὲ διειλεγμένους ὅ,τι τε καλοῖντο ἠρώτα καὶ εἴ τι παρὰ βασιλέως αἰτοῖεν, ὡς δίκαιοι ὄν 1.292 τες εὖ παθεῖν τῆς εἰς βασιλέα ἕνεκα εὐνοίας. οἱ δ' ἔφασαν, Κάμαρις μὲν καλεῖσθαι καὶ Καστελιάνος, μηδὲν δὲ αἰτεῖν, ἀλλὰ προῖκα τοῦ καλοῦ ἕνεκα καὶ τοῦ κοινῇ λυσιτελοῦντος τὴν ἐπιχείρησιν ὑπελθεῖν. ἐπεὶ δὲ καὶ αὖθις ἐπιτρέψαντος ὃ βούλοιντο αἰτεῖν, ἰσχυρίσαντο αἰτεῖν μηδὲν, παραλαβὼν αὐτοὺς ἦγεν ὡς βασιλέα. συμμίξας δὲ αὐτῷ, «ὁ θεὸς» εἶπεν «ᾧ σὺ πρὸ μικροῦ παρέσχηκας ἃ εἶχες, ἃ βούλεται