103
μοι δοκεῖ ειναι ηθους τὸ τὴν δύναμιν τὸν αρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ ουν" εφη "βούλομαι ὑμῖν οσα μὲν οιόν τέ ἐστι τῶν ἐμοὶ οντων ἰδεῖν δεῖξαι, οσα δὲ μὴ οιόν τε ἰδεῖν, διηγήσασθαι." ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδιον ειναι ἰδεῖν διηγήσατο. καὶ 1.259 ειπεν "ω ανδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖσθαι η καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, οπως εχω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ οπως, ην τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών." Οτε δὲ τὰ ἐν Βαβυλῶνι ευ κατεστήσατο, εἰς Πέρσας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνεται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυαξάρην, καὶ ἀσπασάμενος αὐτὸν ειπεν οτι οικος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος ειη, καὶ δῶρα παρέσχεν αὐτῷ πολλὰ καὶ καλά. ὁ δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλίστην. καὶ ἡ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης "δίδωμί σοι" εφη, "ω Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, θυγατέρα ουσαν ἐμήν, ἐπιδίδωμι δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πᾶσαν· οὐδὲ γὰρ εστι μοι αρρην παῖς γνήσιος." ὁ δὲ Κῦρος "τὸ μὲν γένος, ω Κυαξάρη, ἐπαινῶ" ειπε, "καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς μητρὸς γῆμαι αὐτήν." καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα αγων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ εφερεν οια εἰκὸς ην καὶ τοῖς φίλοις, οια δ' επρεπεν ἀρχαῖς καὶ γεραιτέροις· εδωκε δὲ καὶ πᾶσι Πέρσαις, ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συνδόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γήμας δ' εὐθὺς εχων αὐτὴν ἀνεζεύγνυεν. 1.260 ̔Ως δ' ηκεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κατεστραμμένα επεμπεν εθνη, εἰς ̓Αραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυκίαν τε καὶ ̓Ιωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν παρ' ̔Ελλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυπρίοις καὶ Παφλαγόσιν οὐκ επεμψε σατράπας, οτι ἑκόντες ἐδόκουν αὐτῷ συστρατεύεσθαι· δασμοὺς μέντοι καὶ ουτοι ἀπέφερον. ινα δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς ουσης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγγελίαι, ἐσκέψατο πόσην αν ὁδὸν ιππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ιππους κατέστησεν ἐν αὐτοῖς καὶ τοὺς αὐτῶν ἐπιμελομένους, καὶ ανδρα ἐφ' ἑκάστῳ εταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ιππους καὶ αλλους πέμπειν νεαλεῖς. Ηδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιήσατο, ἐν ῃ λέγεται καταστρέψασθαι πάντα τὰ εθνη οσα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις ̓Ερυθρᾶς θαλάσσης. μετὰ δὲ ταῦτα στρατεύει ἐπ' Αιγυπτον καὶ καταστρέφεται καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς εω μὲν τὴν ̓Ερυθρὰν θάλασσαν, πρὸς αρκτον δὲ τὸν πόντον τὸν Ευξεινον, πρὸς δ' ἑσπέραν Κύπρον καὶ Αιγυπτον, τὴν δ' Αἰθιοπίαν πρὸς μεσημβρίαν. αὐτὸς δ' ἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αυτη ἡ χώρα, τρεῖς δὲ μῆνας τοὺς ἀμφὶ τὸ εαρ ἐν Σούσοις, ἐν δ' ̓Εκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν. Ουτω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ εβδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ 1.261 κατὰ τὰ βασίλεια εδοξεν αὐτῷ κατ' οναρ τις προσελθεῖν κρείττων η κατὰ ανθρωπον, λέγων "συσκευάζου, ω Κῦρε· ηδη γάρ σε μεταπέμπονται οἱ θεοί." ἐκ τούτου δ' εικαζεν οτι παρείη τοῦ βίου ἡ τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ ειπεν "ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ηδη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι εσται μετ' ἐμέ, ινα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν ουν, ω