103
ἀγέλαστος. Γελοῖοσ. ὁ καταγελαστότατος, προπερισπωμένως. γέλοιος δὲ γελωτοποιὸς, προπαροξυτόνως. ειρηται παρὰ τὸ γελῶ γελώϊος, γελοῖος. ὡς πατρώϊος πατροῖος λέγεται καὶ τὸ ἡροῖος. ἐξ ου πάλιν γελοίϊον. Γέλωσ. ὁ διὰ τῶν παρειῶν ἐμπίπτων ψόφος ἐν τῷ τοῦ αιματος ἀναβρασμῷ. η παῤῥησίας βράσμα. η παλμὸς καρδίας, καὶ ἡ ακρατος καὶ ἀμιγὴς παντὸς σκυθρωποῦ ἱλαρότης, ὡς τό· μακάριοι οἱ κλαίοντες, οτι αὐτοὶ γελάσωνται. γέλως δὲ ειρηται παρὰ τὸ τὰ γυῖα καὶ τὰ μέλη λύειν· οἱ γὰρ γελῶντες ἐκκεχυμένην εχουσι τὴν ψυχήν. gamma.425 η παρὰ τὸ γένειον εἰλεῖν καὶ συστρέφειν· περὶ γὰρ τὸ γένειον μῦες τινὲς κινούμεναι ποιοῦσι τὸν γέλωτα. η παρὰ τὸ τὴν ελην· ἀπὸ μεταφορᾶς τοῦ καταστήματος. τὸ γοῦν ἐναντίον στυγνός. Γελίμερισ. κύριον. Γεννάδασ. εὐγενέστατος η γενναιότατος. Γενάρχου. πατρός. Γενέτησ. ὁ πατήρ. Γεοῦχοσ. ὁ τὴν γῆν εχων, γεοῦχος Ποσειδῶν. Γέργηθεσ. ονομα πόλεως. η ἡ τύρβη καὶ οἱ χειρώνακτες. γράφεται καὶ χειρωνάκται. Γέρδιοσ. ὁ ὑφάντωρ. καὶ παρ' ἡμῖν ἡ γερδία. Γερήνιοσ. ὁ εντιμος. παρὰ τὸ γέρας. η ὁ ἐν Γερήνῃ τραφεὶς, ὡς τό· -Γερήνιος ἱππότα Νέστωρ. Γερμανικόσ. ὁ Φράγγος. Γεραίτεροσ. οὐ παρὰ τὸ γέρων ἐσχημάτισται, ἀλλὰ παρὰ τὸ γεραιὸς γίνεται γεραίτερος, ὡς παλαιὸς παλαιότερος, καὶ κατὰ συγκοπὴν γεραίτερος, καὶ γεραίτατος. Γεραρόσ. ὁ εντιμος. παρὰ τὸ γέρας, γέρατος, παραγώγως γεράτερος, ὡς μέλιτος μελιτηρὸς, καὶ ἐν συγκοπῇ γεραρός. Γερούσιοσ. παρὰ τὸ γέρων, γερούσιος. σημαίνει δὲ τὸν εντιμον. gamma.426 Γέρων σημαίνει τρία· ὁ προβεβηκὼς τὴν ἡλικίαν, ὡς τό· παῖδας προθήβους πολιοκροτάφους τε γέροντας. καὶ ὁ εντιμος, ὡς· δαίνυ δαῖτα γέρουσι. καὶ ὁ παλαιὸς, ὡς τό· ειλετο δὲ σάκκος καὶ εὐρὺ γέροντος- γέρων δὲ ειρηται παρὰ τὸ εἰς τὴν γῆν ὁρᾷν. οἱ δὲ, παρὰ τὸ εἰς τὴν γῆν εῤῥειν· διὰ τὸ ἐγγὺς ειναι θανάτου, ερων, καὶ πλεονασμῷ τοῦ γ γέρων. η παρὰ τὸ ειρω τὸ λέγω, ειρων καὶ γέρων. τὰ εἰς ˉρˉωˉν δισύλλαβα διὰ τοῦ ˉω κλίνονται, ὁπότε μὴ κοινὰ ειη· Μάρων Μάρωνο. κοινὰ δὲ, διὰ τὸ σώφρων, σώφρονος, χείρονος. ἐξέφυγε τὴν κλίσιν τὸ γέρων γέροντος. ἀνεδέξατο παρασχηματισμὸν διὰ τοῦ ˉτˉοˉς. Γείτων. παρὰ τὸ γέα γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων. Γεώλοφοσ. ὀρεινὸν ορος ἐστὶν η υψωμα γῆς. καλεῖ δὲ καὶ τὸν παχὺν καὶ ἀναίσθητον ανθρωπον. Γεωπεῖναι. οἱ μικρὰν καὶ λυπρὰν καὶ ὀλίγην εχοντες τὴν γῆν. Γειώρασ. ὁ τὴν γῆν φυλάσσων, η ὁ ἐξ αλλου εθνους προσκολλώμενος. τὸ δὲ κύριον ονομα ˉι. Γειομόροσ. ὁ γεωργός. ειρηται ἀπὸ τοῦ περὶ τὴν γῆν μορεῖν, ο ἐστι πονεῖν καὶ κακοπαθεῖν. gamma.427 Γεωπεῖναι. οἱονεὶ πεινῶντες γῆν. Γεωμέτρησ. γῶ τὸ τίκτω, ἐξ ου γίνεται γέα, διὰ τοῦ ε ψιλοῦ, οἱονεὶ ἡ γεννητική. ἐκ τούτου γεώλοφος. Γεών. ονομα ποταμοῦ. (Θηλυκόν.) Γέγειαι βόεσ. οἱ ἀρχαῖοι. Γεγωνοκῶμαι. αἱ ἐμπιπλῶσαι βοῆς τὰς κώμας γυναῖκες. Γελασίμοισ. γραμμαῖς ταῖς ἐκ τοῦ γελᾷν γινομέναις. Γέλγιθεσ. σκορόδων κεφαλαί. Γέλοσ. πόλις Σικελίας ἀπὸ Γέλα ποταμοῦ, ἐν ῳ παράκειται ἡ πόλις. Γεθσημανῆ. ονομα πόλεως. Γενεαῖς γενεῶν. τουτέστι ἀπείροις τισὶ γενεαῖς. Γενεά. τέσσαρα σημαίνει· ἡ ἡλικία· γενεῇ δὲ νεώτατος εσκον ἁπάντων- ἡ εὐγένεια· γενεῇ μὲν ὑπέρτατός ἐστιν ̓Αχιλλεὺς- ἡ φυλή· gamma.428 οἱ ὑπὲρ φυλῶν γενεὴ- καὶ τὰ κθʹ ετη, ὡς· τῶν δ' ηδη δύο μὲν γενεαί-. Γένεσισ. ἡ ἀρχὴ καὶ ἡ εἱμαρμένη. εστι δὲ πρεσβυτέρα τῆς εἱμαρμένης εννοια καὶ αὐτεξουσιότης. η γένεσίς ἐστι κίνησις κατ' οὐσίαν, ἐκ τοῦ μὴ οντος εἰς τὸ ειναι. γένεσις καὶ ὁ κόσμος. περὶ τὴν γένεσίν τε πλανᾶται λήθη βαρούμενος καὶ κακία. γένεσίς ἐστι καὶ ἡ ἐκ θεοῦ πρώτη πλάσις, ἡ ἐκ τοῦ μὴ οντος παραγωγή. Γέννησισ. ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. η ἐστι καὶ παθητὴ, καὶ ἁμαρτητική. ὁ ουν κύριος τὸ παθητικὸν τῆς γεννήσεως εἰληφὼς τὸ ἁμαρτητικὸν οὐ προσείληφε. Γενέθλη. ἡ δι' ἐνιαυτοῦ ἐπιφοιτῶσα τῷ τεχθέντι ἡμέρα. παρὰ τὸ γεννῶ, ἀφ' ου ὁ μέλλων γεννήσω, γεννέθρα καὶ ἰακῶς γενέθρη, ὡς κολυμβῶ κολυμβήθρα, καὶ κατὰ τροπὴν γενέθλη· ἐξ ου καὶ τὸ γενέθλιον. λέγεται καὶ γενεθλιαλογία, ἡ περὶ τῆς γεννήσεως μαντεία.