103
Εἴτε οὖν φίλος ὁ δανείζων, μὴ ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γένῃ τῷ δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμενος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν πατρῴων ἐκστήσῃ. Πένης εἶ νῦν; ἀλλ' ἐλεύθερος. ∆ανεισάμενος δὲ, οὐδὲ πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. ∆οῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος· καὶ δοῦλος μισθοφόρος, ὁ ἀπαραίτητον ἔχων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται, ὁ δὲ δανειστὴς λαμβάνων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλέον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἐνδὸν, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐὰν προΐῃς τοῦ δωματίου, ἕλκει πρὸς ἑαυτὸν, καὶ κατασύρει. Ἐὰν δὲ ἔνδον σεαυτὸν κατακρύψῃς, ἐφέστηκε τῇ αὐλαίᾳ, καὶ θυρακρουστεῖ· ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγόραις ἄγχει· κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη. Τί ὄφελός σοι τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ ἀγαθὸς δρομεὺς, καὶ ἡ αὐτὴ ἀνάγκη μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μακρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Τόκος οἶμαι διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὥσπερ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Ταῦτα δὲ λεγέσθω γεννήματα ἐχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι, καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. ∆ὸς τὸ οἴκοι κείμενον ἀργύριον, μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἥξει καλῶς. Σοὶ μὲν ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλῶς, τῷ δὲ λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεονασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάνθρωπα. Ἃ γὰρ λαμβάνεις, ταῦτα μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει. Ἀπὸ συμφορῶν κερδαίνεις, ἀπὸ δακρύων ἀργυρολογεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ. Τὰ ἐντεῦθεν κέρδη, φιλάνθρωπα ὀνομάζεις; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὴν μισανθρωπίαν φιλανθρωπίαν προσαγορεύοντες. Ἑκατοστολόγοι καὶ δεκατοστολόγοι τινὲς, φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ οἱ τὰς ἐπιληψίας ποιοῦντες, κατὰ τὰς περιόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς, πονηρὰ δόσις 95.1372 ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμβάνοντι, τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς ψυχὴν φέρουσαν τὴν ζημίαν. Ὁ γεωργὸς τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων· ἄνευ γῆς φυτεύεις, ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον τίνι συνάγεις. Ὁ μὲν δακρύων ἐν τοῖς τόκοις πρόδηλος, ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τούτων περιουσίας, ἀμφίβολος. Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χαρὰν ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ Νέας ∆ιαθήκης διδαχθεὶς, μετὰ ἀγαθῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς, ἐκεῖ τοὺς τόκους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος. Ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας οἱ ἄνθρωποι, ὥσπερ θήραμα καὶ ἄγραν εὑρόντες, οὕτως γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀποίσωσι. Κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον τῶν ἀθλίων σῶμα ἐκχέουσιν, αἰκιζόμενοι, καὶ τύπτοντες, καὶ μυρία αὐτοῖς διατιθέντες κακά. ∆ιάῤῥηξον, ἄνθρωπε, γραμμάτειον ἄδικον, ἵνα οὕτως ἡ ἁμαρτία λυθῇ. Ἐξάλειψον βαρυτάτων τόκων ὁμολογίαν, ἵνα τέκῃ τὰ συνήθη ἡ γῆ· χαλκοῦ γὰρ καὶ χρυσίου καὶ τῶν ἀγόνων παρὰ φύσιν γεννώντων, ἡ κατὰ φύσιν τίκτουσα γίνεται στεῖρα, καὶ πρὸς τιμωρίαν τῶν ἐνοικούντων κατεδικάσθη τὴν ἀκαρπίαν. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας,