διαλάβωμεν. Ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον Λέων ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ ἀλλήλοις-Λέων γὰρ οὗτος καὶ τοῦτο καλεῖται-, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρει· ὁ μὲν γὰρ ζῷον λογικόν, τὸ δὲ ἄλογον ζῷον. Ὁμώνυμα δὲ εἶπε καὶ οὐχ ἑνώνυμα διὰ τὸ αὐτὸ καθ' ἑαυτὸ μὴ λέγεσθαι, ἀλλὰ πρὸς ἄλλο τι· οἷον ὁ κύων ὁ χερσαῖος οὐ πρὸς ἑαυτὸν μόνον ὁμώνυμος λέγεται, ἀλλὰ πρὸς τὸν ἀστρῶον· εἰ γὰρ καὶ ἓν ὄνομά ἐστιν, ἀλλὰ πολλὰ πράγματα δηλοῖ, ἤγουν τὸν ἀστρῶον, τὸν χερσαῖον καὶ τὸν θαλάττιον. Μόνην δὲ τὴν τοῦ ὀνόματος σημασίαν διείληφε καὶ οὐ τοῦ ῥήματος διὰ <τὸ> καὶ τὰ ὀνόματα ῥήματα λέγεσθαι καὶ κατὰ πάσης λέξεως φέρεσθαι καὶ καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται. Εἴρηκε δὲ «μόνον» ὡς πρὸς τὸν ἀντιδιαστελλόμενον σύζυγον, φημὶ δὴ τὸν ὁρισμὸν καὶ μὴ τὸ μοναδικῶς νοούμενον. Τὸ ἐπίσης καὶ ἀδιαιρέτως μεριζόμενόν τε καὶ ἀκουόμενον ἔφησε καὶ οὐκ ἄλλο τι τῶν λοιπῶν σημαντικῶν. Ἤγουν τῆς ὑπάρξεως καὶ τῆς φύσεως τῆς τῶν συμβεβηκότων, καθὸ καὶ τὰ συμβεβηκότα οὐσίαι λέγονται, ὡς ἐν αὐταῖς τὴν ὕπαρξιν ἔχοντα, καὶ μὴ τῆς κυρίως οὐσίας τῆς αὐτοϋποστάτου καὶ τοῖς συμβεβηκόσιν ἀντιδιαστελλομένης. πρὸ τῆς τῶν ὅλων ὑφηγήσεως πρῶτον περὶ τῶν ὁμωνύμων προεκ<τι>θέμεθα, ὅπως ταῦτα διαγνόντες καὶ ἀκριβῶς τῆς αὐτῶν εἰδήσεως γεγονότες μετὰ ταῦτα ἐπὶ τὰ ἐφεξῆς βαδιούμεθα· «τῶν γὰρ λεγομένων τὰ μὲν ὁμωνύμως». Συνώνυμα δέ ἐστιν ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, ὡς οἱ δύο Αἴαντες· καὶ κατὰ τὸ ὄνομα γὰρ κοινωνοῦσιν ἕκαστος Αἴας καλούμενος καὶ κατὰ τὸν ὁρισμὸν «ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν», καὶ τὰ λοιπά. Παρώνυμα δὲ ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τὸ ὄνομα προσηγορίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος, ἃ καὶ κοινωνίαν ἔχει ὀνόματος καὶ διαφορὰν ὀνόματος, κοινωνίαν πράγματος καὶ διαφορὰν πράγματος. ἐν μὲν γὰρ τῷ εἰπεῖν «ὅσα ἀπό τινος» τὴν κατὰ τὸ πρᾶγμα κοινωνίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, ἔχει τινὰ κοινωνίαν καθὸ ἐξ αὐτοῦ προήχθη. τῷ δὲ εἰπεῖν «διαφέροντα τῇ πτώσει» τὴν τοῦ ὀνόματος διαφορὰν παρέστησε· πτῶσις γὰρ λέγεται τὸ πέρας τῆς τελευταίας συλλαβῆς. τῷ δὲ εἰπεῖν «τὴν κατὰ τοὔνομα προσηγορίαν» τὴν κοινωνίαν τοῦ ὀνόματος ἐνέφηνε. λέγεται δὲ παρώνυμον ὡς παρωνομασθὲν ἀπὸ τοῦ πρωτοτύπου· ἀπὸ τῆς γραμματικῆς γὰρ ὁ γραμματικὸς καὶ ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος· ὅσον γὰρ παρωνόμασται, τοσοῦτον τοῦ πρωτοτύπου ὀνόματος ἐκπέπτωκε. Πολυώνυμα δὲ λέγονται ὅσα κατὰ μὲν τὸν ὁρισμὸν κοινωνοῦσι, κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, οἷον ἄορ, ξίφος, μάχαιρα, σπάθη· ταῦτα γὰρ πάντα ἀπὸ σιδήρου τὴν σύστασιν ἔχουσι καὶ ἕνα ὁρισμὸν δέχονται· ἀπὸ γὰρ τῆς αὐτῆς ὕλης εἰσί. διαφέρουσι δὲ κατὰ τὸ ὄνομα, ὅτι τὸ μὲν τόδε, τὸ δὲ τόδε κέκληται. Ἑτερώνυμα δὲ κατονομάζονται ὅσα κατὰ πάντα διενηνόχασιν, ἤγουν καὶ κατὰ τὸ ὄνομα καὶ τὸν ὁρισμόν, οἷον ἄνθρωπος, ἵππος. Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, οἷον «ἄνθρωπος τρέχει», «ἄνθρωπος περιπατεῖ», τὰ δὲ ἄνευ συμπλοκῆς, οἷον «ἄνθρωπος», «βοῦς», «τρέχει», «νικᾷ». τῶν δὲ κατὰ <μηδε>μίαν συμπλοκὴν λεγομένων ἕκαστον ἢ οὐσίαν σημαίνει οἷον «ἄνθρωπος»· ἢ ποσὸν οἷον «μακρός», «βραχύς»· ἢ ποιὸν οἷον «λευκός», «μέλας»· ἢ πρός τι οἷον «πατήρ», «υἱός»· ἢ ποῦ οἷον «ἐν τῷ ναῷ», «ἐν τῇ ἀγορᾷ»· ἢ πότε οἷον «κατὰ τὸν πέρυσι καιρόν»· ἢ κεῖσθαι οἷον «ἀνάκειται», «κάθηται», «ἵσταται»· τὰ γὰρ μέρη τοῦ σώματος ἢ πάντα ὄρθιά ἐστι καὶ λέγεται ἑστάναι, ἢ πάντα ὕπτια καὶ λέγεται ἀνακεκλίσθαι, ἢ τὰ μὲν ὄρθια, τὰ δὲ ὕπτια καὶ λέγεται καθῆσθαι· ἢ ἔχειν οἷον «περιβέβληται δακτύλιον»· ἢ ποιεῖν οἷον «τύπτειν»· ἢ πάσχειν οἷον «τύπτεσθαι», «καίεσθαι». Τῶν ὄντων τὰ μὲν καθ' ὑποκειμένου τινὸς λέγεται, ἐν