103
σπέρματι αὐτοῦ εὐλο γήσειν πάντα τὰ ἔθνη. Τοιγάρτοι καὶ ταῦτα, καὶ οἱ τούτων ἄρχοντες, τοὺς πατρῴους καταλιπόντες Θεοὺς, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ συναθροίζονται, καὶ τοῦτον οἰκεῖον Θεὸν ὀνομάζουσιν. Ὑπουργοὶ δὲ τῆς τούτων κλήσεως οἱ θεῖοι ἀπόστολοι, τῇ θαυματουργίᾳ τὸ τῆς θεολογίας βεβαιώσαντες ὕψος. Τούτους γὰρ οἱ μὲν Ἑβδομήκοντα κραταιοὺς, ὁ δὲ Ἀκύλας θυρεοὺς, ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ὑπερασπι σμοὺς προσηγόρευσαν. ∆ιὰ πάντων δὲ οὐ μόνον αὐτῶν τὸ ἄναρχον καὶ ἀήττητον, ἀλλὰ καὶ τὸ τῶν ἄλλων δηλοῦται φυλακτικόν. Οἷον γάρ τινες θυρεοὶ καὶ πρόμαχοι τῶν πεπιστευκότων γενόμενοι, οὐκ εἴασαν ἐν τῇ τῶν δεινῶν προσβολῇ ῥαγῆναι τὴν φάλαγγα· ἀλλὰ τοὺς πολεμίους τρεψάμενοι, παιανίζειν τοῖς ὁμοπίστοις παρεγγυῶσι φάσκοντες, "Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν."
ΕΡΜΗΝ. ΤΟΥ ΜΖʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς ᾠδῆς, τοῖς υἱοῖς Κορέ. ∆ευτέρᾳ Σαββάτου." Καὶ οὗτος ὁ ψαλμὸς
ὡσαύτως τὴν αὐ τὴν νίκην προαγορεύει, καὶ τῆς τοῦ Θεοῦ πόλεως τὴν ἰσχύν. βʹ. "Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὑτοῦ." Καὶ ἤδη προειρήκαμεν, ὡς πόλιν πολλάκις ἡ θεία Γραφὴ οὐ τὴν οἰκοδομίαν, ἀλλὰ τὴν πολιτείαν καλεῖ· τοιγάρ τοι καὶ νῦν μέγαν ἀποδεδεῖχθαι λέγει τῶν ὅλων τὸν Κύριον, διὰ τῶν ὑπ' αὐτοῦ περὶ τὴν αὐτοῦ πόλιν γεγενημένων· ἣν ἐπίσημον ἀπέφηνε τῶν δογμάτων τὸ ὕψος, ὡς ἐπ' ὄρους ὑψηλοῦ καὶ μεγίστου κειμένην. "Οὐ δύναται γὰρ, φησὶν ὁ ∆εσπότης, κρυβῆναι πόλις ἐπάνω ὄρους κειμένη." γʹ. "Εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς." Ταύτην δὲ, φησὶν, ἐπ' εὐφροσύνῃ πάσης τῆς γῆς, εὖ καὶ καλῶς καὶ παγίως ἐδείματο. Ὠκοδόμησε γὰρ αὐτὴν, φησὶν ὁ θεῖος Ἀπόστολος, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογω νιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ αὐτὸς δὲ ὁ Κύριος πρὸς τὸν μακάριον ἔφη Πέτρον· "Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Τὸ οὖν εὐριζῶν, ἀντὶ τοῦ παγίως θεμελιῶν· ὥστε αὐ τὴν ἀτρεμῆ καὶ ἀσάλευτον διαμεῖναι. "Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασι λέως τοῦ μεγάλου." Καὶ μέντοι καὶ ὄρεσιν αὐτὴν περιέβαλεν, ὥστε τοῦ βοῤῥᾶ τὴν βλάβην διαφυ γεῖν. "Ἀπὸ βοῤῥᾶ γὰρ, φησὶν, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πᾶσαν τὴν γῆν·" καὶ πάλιν, τὸν βοῤῥὰν ἐκδιώξω ἀφ' ὑμῶν· καὶ τὸ Σιὼν δὲ ὄνομα ἐπὶ τῆς πνευματικῆς ὁ θεῖος Ἀπόστολος ἐδέξατο πόλεως. "Προσεληλύθατε γὰρ, φησὶν, ὄρει Σιὼν, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ." Ὄρη δὲ τὰτὸν βοῤῥὰν ἐξελαύνοντα, καὶ φυλάττοντα τὴν πόλιν ἀλώβητον, εἴποι ἄν τις εἰκότως ἀποστόλους καὶ προ φήτας, καὶ τὰς παντοδαπὰς ἐκείνων διδασκαλίας, καὶ πρὸς τούτοις τοὺς ἐφεστῶτας τοῖς πεπιστευκό σιν ἀγγέλους. "Παρεμβαλεῖ γὰρ, φησὶν, ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς." δʹ. "Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς." Μία μέν ἐστι κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησία· διὸ προσευ 80.1213 χόμενοι λέγομεν, Ὑπὲρ ἁγίας καὶ μόνης καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης. ∆ιῄρηται δὲ πάλιν αὕτη κατὰ πόλεις, καὶ κώμας, καὶ ἀγρούς· ἃς βάρεις ὁ προφητικὸς προσηγόρευσε λόγος. Ὥσπερ ἑκάστη πόλις πολλὰς ἔνδοθεν οἰκίας ἔχει διῃρημένας, μία δὲ ὅμως ὀνομάζεται πόλις· οὕτω μυρίαι καὶ ἀριθμοῦ κρείττους εἰσὶν ἐκκλησίαι, καὶ ἐν νήσοις, καὶ ἐν ἠπεί ροις· εἰς μίαν δὲ κοινῇ πᾶσαι τελοῦσι τῇ συμφωνίᾳ τῶν ἀληθῶν ἡνωμέναι δογμάτων. Ἐν ταύταις ἔφη τὸν τῶν ὅλων Θεὸν ἐπιφαίνεσθαι, τὴν οἰκείαν ἐπικου ρίαν ὀρέγοντα· "Ὁ γὰρ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς." Εἶτα τὰς ἐσομένας ἐπαναστάσεις προλέγει, καὶ τὴν τῶν πολεμίων μεταβολήν. εʹ, ʹ. "Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθη σαν, διήλθοσαν