103
ἀμεριμνίαν ἔσχον, ἐν πάσῃ ταπεινώσει ὄντος αὐτοῦ. ὅπως δὲ ἀπεκίνησεν ὁ ἀρχιεπίσκοπος καὶ δι' αὐτοῦ μαθὼν ἀνέθην, περί τε τῶν ἔτι κρατουμένων ἀδελφῶν ἡμῶν τὰ αὐτά. ἄρτι ζητῶ μαθεῖν καὶ περὶ τοῦ ἀδελφοῦ Προτερίου, εἰ ἆρά γε ἀπεκίνησε, δεδιὼς διὰ τὸν χειμῶνα. Τοίνυν ἐρχομένου τινὸς κατὰ τὸ ὡρισμένον φανέρωσόν μοι περὶ πάντων, καὶ ὁ Κύριος ἔστω μετὰ τοῦ πνεύματός σου. 111 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Ἐγὼ εὐχαριστῷ τῷ θεῷ μου ὅτι ὑγιαίνων διατελεῖς· τοῦτο γὰρ εὐηγγελίσθην διὰ τῶν τιμίων σου γραμμάτων. ἐπεὶ τίς εἰμι ὁ τάλας τοιαῦτα ἀκούειν παρὰ τῆς θεοφιλοῦς σου ὁσιότητος, ἃ σοὶ μᾶλλον ἐπᾴδειν ἐμὲ δέον διὰ τὴν ἀξιάγαστόν σου ἀρετήν; ὅτι ἐν ἐπισκόποις ᾔνεσας ἀληθῶς τὸν Κύριον οὐκ ἄρτι μόνον, ὅτε καί τινες συνανέστησάν σοι πρὸς τὰ μετέωρα τῆς ἀληθείας τῶν ὁμοταγῶν, ἀλλὰ γὰρ καὶ πάλαι καὶ οἷον εἰπεῖν ἐξ αὐτῆς βαλβῖδος τῆς προεδρίας, ἡνίκα ποιμένες πολλοί, εἰ καὶ τραχὺς ὁ λόγος, ἠφρονεύσαντο μὴ ἐζητηκότες τὸν Κύριον, καὶ ταῦτα ἐν φυλακαῖς, ἐν μονώσεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πόνοις, ἐν δάκρυσιν, ἐν πνιγμοῖς, ὡς ἄν τις φαίη, τῆς κακώσεως. ἀποστολικά σου τὰ αὐχήματα, ἰσοπάτρια τὰ ἀθλήματα· εἰ δὲ καὶ ἐγώ τι τῶν τοιούτων, ἀλλ' ἡ σμικρότης τοῦ βαθμοῦ καὶ ἡ ἁδρότης τῶν ἁμαρτιῶν καλύπτει καὶ φαίνειν οὐκ ἐᾷ. πλὴν τὰ σὰ ἐμὰ καυχήματα, τριπόθητε ἀδελφέ, πατέρων κορωνίς. προσεύχου τοίνυν μᾶλλον ἀφέμενος τοῦ ἐπαινεῖν, ἵνα μου ἑδραιοῦται ἡ ταπεινὴ ψυχὴ ἐν φόβῳ θεοῦ καὶ πρὸς τοὺς ἀοράτους καὶ ὁρωμένους ἐχθρούς, συμπαρομαρτούσης καὶ τῆς τοῦ μακαρίου ἡμῶν πατρὸς ἱκετηρίας· καὶ γὰρ δεδοικώς εἰμι τὰ κατ' ἐμαυτόν, ἀδελφέ, μέχρις ἂν ὦ ἐν τῷ σκήνει τούτῳ. εἰ δὲ καί τι θαρρῶ, ἀλλὰ καὶ τοῦτο ἐλπίδι θεοῦ, τοῦ καὶ τὸν ἀπεγνωσμένον εἰς φῶς φέροντος δι' ἄπειρον ἀγαθότητα. Εὐθύμησα δὲ πάνυ ὅτι σύνεστί σοι ὁ καλὸς Ἀθανάσιος, ἐπί τε τῇ εὐπαρηγορήτῳ ξενίᾳ τῆς ἐξορίας σου. οἷα δὲ τὰ ἐνταῦθα, ὁ χρηστὸς Σιλουανὸς ὄψει ὑπολαβὼν διηγήσοιτο, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα δι' ἐπιστολῆς παρέλκον γράφειν. εἰ μὲν οὖν ταμιεύεται ἡμῖν Κύριος ἔτι ἐν σαρκὶ ἰδεῖν ἀλλήλους, τῆς αὐτοῦ κελεύσεως ἔργον· εἰ δὲ μή, ἀλλὰ σύ γε, ὦ πάτερ, πρεσβεύοις ὀφθῆναι ἡμᾶς σὺν πατρί, μᾶλλον δὲ πατράσι καὶ ἀδελφοῖς ὁμοῦ ἀλλήλοις ἐν μακαρίᾳ θέᾳ καὶ ὀφθήσεσθαι ὑπὸ θεοῦ εὐμενῶς, δι' ὃν ὁ παρὼν χωρισμὸς καὶ πόλεμοι. Προσκυνεῖ δουλικῶς ὁ ἀδελφὸς Νικόλαος, μόνος ἐγκαταλειφθείς μοι. προσαγορεῦσαι ἀξίωσον τοὺς συνόντας τῇ ἁγιωσύνῃ σου, ἐξαιρέτως τὸν καλὸν Ἀθανάσιον. 112 {1Εὐθυμίῳ Σάρδησ}1 ∆ὶς ἄρτι ἐπιστέλλω τῇ μακαριότητί σου. ἀλλὰ φεῦ τῆς ἐμῆς ἁμαρτίας· ἐν δάκρυσι γὰρ ὁ λόγος, ὅτι δυὰς τῶν πρὶν ἐπιστοληφόρων ἀφικομένη πρὸς τὴν ἐξορίαν σου ὑποβρύχιος γέγονεν, ὅ μου συνέτριψεν οὐ μετρίως τὴν ταπεινὴν ψυχήν. ὅμως ἐπειδὴ υἱοὶ ὑπακοῆς καὶ τοιαύτης διακονίας ἀπόστολοι, καὶ τρίτον ὅτι εἷς μόνος θάνατος οἴκτιστος, ὁ τῆς ἁμαρτίας, κἂν ἐπὶ κλίνης φθάσοι, ἤνεγκα εὐχαρίστως, ἀφέμενος τὸ λυπηρόν. Τοίνυν καὶ ἐν τοῖς πρώτοις γράμμασι τὸν ὀφείλοντα μακαρισμὸν ἀνῆψα τῇ θεοφιλίᾳ σου· καὶ γάρ ἐστιν ἀξία μακαρίζεσθαι, πρόκριτα πάντων ἀγωνισαμένην καὶ παρρησιασμαμένην ἐν ἱεράρχαις, καὶ ταῦτα μηδὲ τὸν καιρὸν τοῦ θαρρεῖν ἔχουσα διὰ τὴν σχολὴν τοῦ θρόνου. ὅμως ἐν τῷ τῆς ἀληθείας κράτει τὸν θρόνον ἔχων τοὺς ὑποθρόνους σχεδὸν πάντας ὑπερῆρας, ὁμολογίας στέφανον ἀπενεγκάμενος. τὰ αὐτὰ καὶ νῦν σου τῇ ἱερᾷ κορυφῇ προσφθέγγομαι, στέφων οὐ χρυσοκολλήτῳ διαδήματι (ἐπεὶ μηδὲ κατὰ σάρκα τὸ νῖκος), ἀλλὰ θεοπλόκοις λόγοις· οὐράνιον γὰρ τὸ ἐκνίκημα. χαῖρε τοίνυν καὶ θυμηδία, θαυμάσιε, φέρων ἔτι καὶ διανύων τὸν δίαυλον τῆς ὑπερορίας, ἵνα ἐπὶ στάματος τῆς ἐκδημίας ἐπαναδράμοις ἐστεμμένος εἰς οὐρανούς· καὶ πρό γε ταύτης εἴη μέ σε θεάσασθαι ἐν καιρῷ εἰρήνης λελαμπρυμένον ἐπὶ τῆς προεδρίας. Τὰ γὰρ νῦν ὅπως τετάρακται καὶ ἐμπεπύρισται ἡ καθ' ἡμᾶς ἐκκλησία πολλοῦ τὸ λέγειν διὰ τὸ πολυειδὲς τῆς ἀσεβείας. θυσιαστήρια θεῖα ἀφανίζονται, αἰρομένων τῶν σεπτῶν