ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ

 ΣΤΡΩΜΑΤΕΩΝ ΠΡΩΤΟΣ [...] ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. πότερον δ' οὐδ' ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ

 ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσι· πρῶτον μὲν εἰ καὶ ἄχρηστος

 Πολὺς δὲ ὁ τοιόσδε ὄχλος· οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τ

 Ὅμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πως γράφει· τὸν δ' οὔτ' ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ' ἀροτῆρα, οὔτ' ἄλλως τι σ

 Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς

 πολλὰ δ' ἡ ἑτοιμότης πρὸς τὸ τὰ δέοντα ὁρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται. εἴη δ' ἂν γυμνασία τῷ νῷ τὰ νοητά. τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖ

 Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ' ὃν τρόπον οἱ ὑετοὶ καταρρήγνυντ

 Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν· παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητο

 Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν π

 ∆ιὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησεν· εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικῶς, καὶ τὰς γραφὰς ἐπιγνόντες

 Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι. μηδεὶς τοίνυν καυχάσθω ἐν ἀ

 Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν

 Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπὰς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἱ τῆς φιλοσοφίας τῆς τε βαρβά

 Φασὶ δὲ Ἕλληνες μετά γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθῆναι τοὺς ἑπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν

 Οἵδε μὲν οἱ χρόνοι τῶν παρ' Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων. ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δ

 Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι. Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖ

 Ναί φασι γεγράφθαι· πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί. πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως

 Καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ἐπιφέρει γοῦν ὁ ἀπόστολος· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴ

 Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς

 Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἴτια λέγοιντ' ἄν, ἀλλ' ἐκ πολλῶν αἴτιον ἕν (οὐκ ἔστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν

 Καὶ περὶ μὲν τοῦ παρ' Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χ

 Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητι

 Μωυσῆς [οὖν] ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. ἑβδόμῃ

 Ἔστιν οὖν ὁ Μωυσῆς ἡμῖν προφητικός, νομοθετικός. τακτικός, στρατηγικός, πολιτικός, φιλόσοφος. ὅπως μὲν οὖν ἦν προφητικός, μετὰ ταῦτα λεχθήσεται, ὁπηνί

 Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναι

 Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως

 Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κἀγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας

 δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν. μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις

 Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς· ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ' ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δι' ἀρχα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ∆ΕΥΤΕΡΟΣ Ἑξῆς δ' ἂν εἴη διαλαβεῖν, ἐπεὶ κλέπτας τῆς βαρβάρου φιλοσοφίας Ἕλληνας εἶναι προσεῖπεν ἡ γραφή, ὅπως τοῦτο δι' ὀλίγων δε

 Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. βούλετ

 Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει ν

 Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπα

 Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκ

 Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἡσαΐας φησίν. ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ ἀπόστολος. πῶς οὖν ἐπικαλέσονται εἰς

 Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ. τρία γὰρ ταῦτα ἐξ ἀνάγκης ὑφέστη

 Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσ

 Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ ** [εὐ]εμπτωσία

 Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν κατασκευῆς·

 Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον· πιστὴ δὲ ἡ γνῶσις ἥτις ἂν εἴη

 Τῆς δὲ πίστεως καθάπερ τοῦ χρόνου διττῶν ὄντων εὕροιμεν ἂν διττὰς ἀρετὰς συνοικούσας ἀμφοῖν. τοῦ γὰρ χρόνου τῷ μὲν παρῳχηκότι ἡ μνήμη, τῷ δὲ μέλλοντι

 Τὸν οὖν εἰληφότα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν οὐκέτι ἁμαρτάνειν χρή. ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸ

 Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ' ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)· ἐπεὶ πῶς ἂν καὶ δικάσειας περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρ

 Τὸ δ' ἑκούσιον ἢ τὸ κατ' ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔ

 Ἐνταῦθα πάλιν ἐπιφύονται οἱ κατήγοροι χαρὰν καὶ λύπην πάθη ψυχῆς λέγοντες· τὴν μὲν γὰρ χαρὰν εὔλογον ἔπαρσιν ἀποδιδόασι καὶ τὸ ἀγάλλεσθαι χαίρειν ἐπὶ

 Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις, ἀφ' ἧς τὸ ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία

 Προφανεῖς μὲν οὖν καὶ πᾶσαι [αἱ] ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ

 Οὗτός ἐστιν ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθ' ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατ

 Ἥ γε μὴν καρτερία καὶ αὐτὴ εἰς τὴν θείαν ἐξομοίωσιν βιάζεται δι' ὑπομονῆς ἀπάθειαν καρπουμένη, εἴ τῳ ἔναυλα τὰ ἐπὶ [τῶν περὶ] τὸν Ἀνανίαν ἱστορούμενα,

 Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν ∆ιὶ πατρὶ μάχ

 Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν, τὸ μὲν μεθεκτόν τε καὶ πρῶτον ἐν αὐτοῖς ὑπάρχον τοῖς εἴδεσιν, ὃ δὴ καὶ τἀγαθὸν προσονομάζει, τ

 Ἐπεὶ δὲ ἡδονῇ καὶ ἐπιθυμίᾳ ὑποπίπτειν γάμος δοκεῖ, καὶ περὶ τούτου διαληπτέον. γάμος μὲν οὖν ἐστι σύνοδος ἀνδρὸς καὶ γυναικὸς ἡ πρώτη κατὰ νόμον ἐπὶ γ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΡΙΤΟΣ Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλ

 Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος ἐρρύη βλασφημία. Ἐπιφάνης οὗτος,

 Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει κοινὰς αὐτὸν ὑπο

 Τῶν δὲ ἀφ' αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι' ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνε

 Ἵν' οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ' αὖ καθ' ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώ

 Τοῖς δὲ εὐφήμως δι' ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γά

 Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται,

 Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοί τινας ὀλίγας γραφὰς συνηγορεῖν αὑτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κἀκείνην ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύ

 Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν· φέρεται δέ, οἶμαι

 Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ' οἷς μέσος ἐστὶν ὁ κύριος; ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγ

 Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμέ

 Ἡ δὲ ἐκ συμφώνου πρὸς καιρὸν σχολάζουσα τῇ προσευχῇ συζυγία ἐγκρατείας ἐστὶ διδασκαλία· προσέθηκε γὰρ τὸ μὲν ἐκ συμφώνου, ἵνα μή τις διαλύσῃ τὸν γάμον

 Τοιούτοις ἐπιχειρεῖ καὶ ὁ τῆς δοκήσεως ἐξάρχων Ἰούλιος Κασσιανός. ἐν γοῦν τῷ Περὶ ἐγκρατείας ἢ περὶ εὐνουχίας κατὰ λέξιν φησίν· καὶ μηδεὶς λεγέτω ὅτι,

 Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν διὰ τούτων· φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπ

 Αὖθίς τε ὅταν φῇ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, οἷον ἐπεξηγούμενος πάλιν λέγει· ἵνα μὴ πειρ

 Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ' ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτή

 Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῷ τὴν γεννήσασαν παρθένον. οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ

 Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΤΕΤΑΡΤΟΣ Ἀκόλουθον δ' ἂν οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος, οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησο

 Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ' ἄλλου εἰς

 οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ [καὶ] πίστις κακά. ὅ τε Ἐ

 Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβ

 Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωϊκῶν οἵτινές φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγ

 Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν· εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγ

 Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτὸν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μ

 ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεά

 Περὶ δὲ τοῦ μαρτυρίου διαρρήδην ὁ κύριος εἴρηκεν, καὶ τὰ διαφόρως γεγραμμένα συντάξωμεν· λέγω δὲ ὑμῖν, πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρ

 Ἐπὰν δ' ἔμπαλιν εἴπῃ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, οὐχ ὡς κακὸν τὸ διώκεσθαι παραινεῖ φεύγειν οὐδ' ὡς θάνατον φοβουμένο

 Ναί, φασίν, εἰ κήδεται ὑμῶν ὁ θεός, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἢ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατ

 βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ τῶν κατὰ τὸ μαρτύριον κολαζομένων αὐταῖς λέξεσι τάδε φησί· φημὶ γάρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς

 Καὶ περὶ μὲν τούτων πολὺς ὁ λόγος, ὃν ἐν ὑστέρῳ σκοπεῖν ἀποκείσεται κατὰ καιρὸν διαλαμβάνουσιν. Οὐαλεντῖνος δὲ ἔν τινι ὁμιλίᾳ κατὰ λέξιν γράφει· ἀπ' ἀ

 Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς

 Οἴδαμεν δὲ ὅτι πάντες γνῶσιν ἔχομεν τὴν κοινὴν ἐν τοῖς κοινοῖς καὶ τὴν ὅτι εἷς θεός· πρὸς πιστοὺς γὰρ ἐπέστελλεν· ὅθεν ἐπιφέρει· ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γ

 Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. τοῦτ' ἔ

 Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει· τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν

 Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τ

 Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ' ἴσης μὲν ἀνδρί, ἐπ' ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος, ἀκούσας παρὰ τοῦ θεοῦ· λελάληκα

 Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· εὖ λέγειν δ' ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν

 Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς

 Ὁ δὴ συνίων καὶ διορατικὸς οὗτός ἐστιν ὁ γνωστικός. ἔργον δὲ αὐτοῦ οὐχ ἡ ἀποχὴ τῶν κακῶν (ἐπιβάθρα γὰρ αὕτη προκοπῆς μεγίστης), οὐδὲ μὴν ποιεῖν τι ἀγα

 Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖ

 Αὐτίκα τὸ ἐφ' ἡμῖν ἐστιν οὗπερ ἐπ' ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν

 Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ' εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ' ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συ

 Οὔκουν εὐλόγως οἱ κατατρέχοντες τῆς πλάσεως καὶ κακίζοντες τὸ σῶμα, οὐ συνορῶντες τὴν κατασκευὴν τοῦ ἀνθρώπου ὀρθὴν πρὸς τὴν οὐρανοῦ θέαν γενομένην κα

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΠΕΜΠΤΟΣ Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ ο

 Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ' Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα

 ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι

 Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα

 Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται τὰ Πυθαγόρεια σύμβολα. Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λ

 Μακρὸν δ' ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δι' αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχ

 Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλο

 Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογιώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν. Φασὶ γοῦν καὶ Ἰδανθ

 Ἀλλ', ὡς ἔοικεν, ἔλαθον ὑπὸ φιλοτιμίας ἀποδεικτικῆς περαιτέρω τοῦ δέοντος παρεκβάς. ἐπιλείψει γάρ με ὁ βίος τὸ πλῆθος τῶν συμβολικῶς φιλοσοφούντων παρ

 Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν

 Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματός τε καὶ τῶν τούτου παθῶν ἀμετανόητος χωρισμός. ἡ ἀληθὴς τῷ ὄντι θεοσέβεια αὕτη. καὶ μή τι εἰκότως μελέτη θανάτου διὰ το

 Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλ

 Πᾶν τοίνυν, ὃ ὑπὸ ὄνομα πίπτει, γεννητόν ἐστιν, ἐάν τε βούλωνται ἐάν τε μή. εἴτ' οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὑτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰ

 τὰ δ' ἑξῆς [προσ]αποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. Φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΚΤΟΣ Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλι

 Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα. Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβ

 Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τ

 Εὕροιμεν δ' ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ κ

 Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ᾕρηνται, ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων· ὅτι δὲ οὐ κατ' ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλὰ κατὰ π

 Ἀλλ' ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγμα νῦν, οὕτως κατὰ καιρὸν ἐδόθη νόμος μὲν καὶ προφῆται βαρβάροις, φιλοσοφία δὲ Ἕλλησι, τὰς ἀκοὰς ἐθίζουσα πρὸς τὸ κήρ

 [...] ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρ

 ἐπεὶ καὶ Παῦλος ἐν ταῖς ἐπιστολαῖς οὐ φιλοσοφίαν διαβάλλων φαίνεται, τὸν δὲ τοῦ γνωστικοῦ μεταλαμβάνοντα ὕψους οὐκέτι παλινδρομεῖν ἀξιοῖ ἐπὶ τὴν Ἑλλην

 Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν [δια]μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ τοῖς ὁμοίοις. ἀλλ' ἐπὶ μὲ

 Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μου

 Καθάπερ οὖν ἐπὶ τῆς ἀστρονομίας ἔχομεν ὑπόδειγμα τὸν Ἀβραάμ, οὕτως ἐπὶ τῆς ἀριθμητικῆς τὸν αὐτὸν Ἀβραάμ. ἀκούσας γὰρ ὅτι αἰχμάλωτος ἐλήφθη ὁ Λώτ, τοὺς

 Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ' εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον κ

 Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα· φωτεινὸς δὲ ἤδη καὶ ὡς

 οἱ τοιοῦτοι κατὰ τὸν ∆αβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ' ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ κα

 Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρον

 Ὑπόδειγμα δ' ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος. καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ αἱ πλάκες αἱ γ

 Ἀλλ', ὡς ἔοικεν, οἱ φιλόσοφοι τῶν Ἑλλήνων θεὸν ὀνομάζοντες οὐ γιγνώσκουσιν, ἐπεὶ μὴ σέβουσι κατὰ θεὸν τὸν θεόν. τὰ φιλοσοφούμενα δὲ παρ' αὐτοῖς κατὰ τ

 Ὁ γνωστικὸς δ' ἡμῖν ἐν τοῖς κυριωτάτοις ἀεί ποτε διατρίβει· εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΕΒ∆ΟΜΟΣ Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τ

 Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ' εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐ

 Τὰ δ' ἄλλα σιγῶ, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτε

 Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς

 Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ' ἐν ἱεροῖς καθείργνυμεν χειροποιήτοις τὸ πάντων περιεκτικόν; τί δ' ἂν καὶ

 Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά, ὡς θυσιῶν, δίκην τροφ

 Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν αὐτὸν καὶ λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι' αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡ

 Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ με

 Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν

 Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ

 Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν. ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασ

 Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς τε τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν,

 Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, ἄφες ἡμῖν λέγων· καὶ γὰρ ἡμεῖς ἀφίεμεν· ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ

 Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω. ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κα

 Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι, συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως το

 Ἀλλ' οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ' αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν

 Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴ

 Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες τοῖς φιλοθεάμοσι τῆς ἀληθείας ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶ

 ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ ΟΓ∆ΟΟΣ ** ἀλλ' οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο. ἦ πού γ' ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀ

 Εἰ δ' οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ' ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ π

 Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν [ἂν] λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον

 Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ [δυνατὸν] τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀ

 ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς ο

 Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κ

 Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης, ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας

 Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατ' ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων, δεύτερον δὲ τὰ νοήμα

 Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι

Chapter VI.—The Mystic Meaning of the Tabernacle and Its Furniture.

It were tedious to go over all the Prophets and the Law, specifying what is spoken in enigmas; for almost the whole Scripture gives its utterances in this way. It may suffice, I think, for any one possessed of intelligence, for the proof of the point in hand, to select a few examples.

Now concealment is evinced in the reference of the seven circuits around the temple, which are made mention of among the Hebrews; and the equipment on the robe, indicating by the various symbols, which had reference to visible objects, the agreement which from heaven reaches down to earth. And the covering and the veil were variegated with blue, and purple, and scarlet, and linen. And so it was suggested that the nature of the elements contained the revelation of God. For purple is from water, linen from the earth; blue, being dark, is like the air, as scarlet is like fire.

In the midst of the covering and veil, where the priests were allowed to enter, was situated the altar of incense, the symbol of the earth placed in the middle of this universe; and from it came the fumes of incense. And that place intermediate between the inner veil, where the high priest alone, on prescribed days, was permitted to enter, and the external court which surrounded it—free to all the Hebrews—was, they say, the middlemost point of heaven and earth. But others say it was the symbol of the intellectual world, and that of sense. The covering, then, the barrier of popular unbelief, was stretched in front of the five pillars, keeping back those in the surrounding space.

So very mystically the five loaves are broken by the Saviour, and fill the crowd of the listeners. For great is the crowd that keep to the things of sense, as if they were the only things in existence. “Cast your eyes round, and see,” says Plato, “that none of the uninitiated listen.” Such are they who think that nothing else exists, but what they can hold tight with their hands; but do not admit as in the department of existence, actions and processes of generation, and the whole of the unseen. For such are those who keep by the five senses. But the knowledge of God is a thing inaccessible to the ears and like organs of this kind of people. Hence the Son is said to be the Father’s face, being the revealer of the Father’s character to the five senses by clothing Himself with flesh. “But if we live in the Spirit, let us also walk in the Spirit.”1204    Gal. v. 25. “For we walk by faith, not by sight,”1205    2 Cor. v. 7. the noble apostle says. Within the veil, then, is concealed the sacerdotal service; and it keeps those engaged in it far from those without.

Again, there is the veil of the entrance into the holy of holies. Four pillars there are, the sign of the sacred tetrad of the ancient covenants.1206    [Elucidation III.] Further, the mystic name of four letters which was affixed to those alone to whom the adytum was accessible, is called Jave, which is interpreted, “Who is and shall be.” The name of God, too, among the Greeks contains four letters.

Now the Lord, having come alone into the intellectual world, enters by His sufferings, introduced into the knowledge of the Ineffable, ascending above every name which is known by sound. The lamp, too, was placed to the south of the altar of incense; and by it were shown the motions of the seven planets, that perform their revolutions towards the south. For three branches rose on either side of the lamp, and lights on them; since also the sun, like the lamp, set in the midst of all the planets, dispenses with a kind of divine music the light to those above and to those below.

The golden lamp conveys another enigma as a symbol of Christ, not in respect of form alone, but in his casting light, “at sundry times and divers manners,”1207    Heb. i. 1. on those who believe on Him and hope, and who see by means of the ministry of the First-born. And they say that the seven eyes of the Lord “are the seven spirits resting on the rod that springs from the root of Jesse.”1208   Rev. v. 6; Isa. xi. 10. [Elucidation IV.]

North of the altar of incense was placed a table, on which there was “the exhibition of the loaves;” for the most nourishing of the winds are those of the north. And thus are signified certain seats of churches conspiring so as to form one body and one assemblage.1209    [“The communion of saints.”]

And the things recorded of the sacred ark signify the properties of the world of thought, which is hidden and closed to the many.

And those golden figures, each of them with six wings, signify either the two bears, as some will have it, or rather the two hemispheres. And the name cherubim meant “much knowledge.” But both together have twelve wings, and by the zodiac and time, which moves on it, point out the world of sense. It is of them, I think, that Tragedy, discoursing of Nature, says:—

“Unwearied Time circles full in perennial flow,

Producing itself. And the twin-bears

On the swift wandering motions of their wings,

Keep the Atlantean pole.”

And Atlas,1210    Ἅ—τλας, unsuffering. the unsuffering pole, may mean the fixed sphere, or better perhaps, motionless eternity. But I think it better to regard the ark, so called from the Hebrew word Thebotha,1211    The Chaldaic תּיבוּחָא. The Hebrew is תּ̤בָה, Sept. κιβωτός, Vulg. arca. as signifying something else. It is interpreted, one instead of one in all places. Whether, then, it is the eighth region and the world of thought, or God, all-embracing, and without shape, and invisible, that is indicated, we may for the present defer saying. But it signifies the repose which dwells with the adoring spirits, which are meant by the cherubim.

For He who prohibited the making of a graven image, would never Himself have made an image in the likeness of holy things.1212    [Elucidation V.] Nor is there at all any composite thing, and creature endowed with sensation, of the sort in heaven. But the face is a symbol of the rational soul, and the wings are the lofty ministers and energies of powers right and left; and the voice is delightsome glory in ceaseless contemplation. Let it suffice that the mystic interpretation has advanced so far.

Now the high priest’s robe is the symbol of the world of sense. The seven planets are represented by the five stones and the two carbuncles, for Saturn and the Moon. The former is southern, and moist, and earthy, and heavy; the latter aerial, whence she is called by some Artemis, as if Ærotomos (cutting the air); and the air is cloudy. And cooperating as they did in the production of things here below, those that by Divine Providence are set over the planets are rightly represented as placed on the breast and shoulders; and by them was the work of creation, the first week. And the breast is the seat of the heart and soul.

Differently, the stones might be the various phases of salvation; some occupying the upper, some the lower parts of the entire body saved. The three hundred and sixty bells, suspended from the robe, is the space of a year, “the acceptable year of the Lord,” proclaiming and resounding the stupendous manifestation of the Saviour. Further, the broad gold mitre indicates the regal power of the Lord, “since the Head of the Church” is the Saviour.1213    Eph. v. 23. The mitre that is on it [i.e., the head] is, then, a sign of most princely rule; and otherwise we have heard it said, “The Head of Christ is the God and Father of our Lord Jesus Christ.”1214    1 Cor. xi. 3; 2 Cor. xi. 31. Moreover, there was the breastplate, comprising the ephod, which is the symbol of work, and the oracle (λογίον); and this indicated the Word (λόγος) by which it was framed, and is the symbol of heaven, made by the Word,1215    And the whole place is very correctly called the Logeum (λογεῖον), since everything in heaven has been created and arranged in accordance with right reason (λόγοις) and proportion (Philo, vol. iii. p. 195, Bohn’s translation). and subjected to Christ, the Head of all things, inasmuch as it moves in the same way, and in a like manner. The luminous emerald stones, therefore, in the ephod, signify the sun and moon, the helpers of nature. The shoulder, I take it, is the commencement of the hand.

The twelve stones, set in four rows on the breast, describe for us the circle of the zodiac, in the four changes of the year. It was otherwise requisite that the law and the prophets should be placed beneath the Lord’s head, because in both Testaments mention is made of the righteous. For were we to say that the apostles were at once prophets and righteous, we should say well, “since one and the self-same Holy Spirit works in all.”1216    1 Cor. xii. 11. And as the Lord is above the whole world, yea, above the world of thought, so the name engraven on the plate has been regarded to signify, above all rule and authority; and it was inscribed with reference both to the written commandments and the manifestation to sense. And it is the name of God that is expressed; since, as the Son sees the goodness of the Father, God the Saviour works, being called the first principle of all things, which was imaged forth from the invisible God first, and before the ages, and which fashioned all things which came into being after itself. Nay more, the oracle1217    i.e., the oracular breastplate. exhibits the prophecy which by the Word cries and preaches, and the judgment that is to come; since it is the same Word which prophesies, and judges, and discriminates all things.

And they say that the robe prophesied the ministry in the flesh, by which He was seen in closer relation to the world. So the high priest, putting off his consecrated robe (the universe, and the creation in the universe, were consecrated by Him assenting that, what was made, was good), washes himself, and puts on the other tunic—a holy-of-holies one, so to speak—which is to accompany him into the adytum; exhibiting, as seems to me, the Levite and Gnostic, as the chief of other priests (those bathed in water, and clothed in faith alone, and expecting their own individual abode), himself distinguishing the objects of the intellect from the things of sense, rising above other priests, hasting to the entrance to the world of ideas, to wash himself from the things here below, not in water, as formerly one was cleansed on being enrolled in the tribe of Levi. But purified already by the gnostic Word in his whole heart, and thoroughly regulated, and having improved that mode of life received from the priest to the highest pitch, being quite sanctified both in word and life, and having put on the bright array of glory, and received the ineffable inheritance of that spiritual and perfect man, “which eye hath not seen and ear hath not heard, and it hath not entered into the heart of man;” and having become son and friend, he is now replenished with insatiable contemplation face to face. For there is nothing like hearing the Word Himself, who by means of the Scripture inspires fuller intelligence. For so it is said, “And he shall put off the linen robe, which he had put on when he entered into the holy place; and shall lay it aside there, and wash his body in water in the holy place, and put on his robe.”1218    Lev. xvi. 23, 24. But in one way, as I think, the Lord puts off and puts on by descending into the region of sense; and in another, he who through Him has believed puts off and puts on, as the apostle intimated, the consecrated stole. Thence, after the image of the Lord the worthiest were chosen from the sacred tribes to be high priests, and those elected to the kingly office and to prophecy were anointed.

Μακρὸν δ' ἂν εἴη πάντα ἐπεξιέναι τὰ προφητικὰ καὶ τὰ νομικὰ τὰ δι' αἰνιγμάτων εἰρημένα ἐπιλεγομένους. σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή. ἀπόχρη δ', οἶμαι, τῷ γε νοῦν κεκτημένῳ εἰς ἔνδειξιν τοῦ προκειμένου ὀλίγα τινὰ ἐκτεθέντα παραδείγματα. αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρ' Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ' οὐρανοῦ μέχρι γῆς αἰνισσομένη συνθήκην. τό τε κάλυμμα καὶ παραπέτασμα ὑακίνθῳ καὶ πορφύρᾳ κόκκῳ τε καὶ βύσσῳ πεποίκιλτο, ᾐνίττετο δ' ἄρα, ὡς ἡ τῶν στοιχείων φύσις περιέχει, τὴν ἀποκάλυψιν τοῦ θεοῦ· ἐξ ὕδατος μὲν γὰρ ἡ πορφύρα, βύσσος δὲ ἐκ γῆς, ὑάκινθός τε ὡμοίωται ἀέρι ζοφώδης ὤν, ὥσπερ ὁ κόκκος τῷ πυρί. ἀνὰ μέσον δὲ τοῦ καλύμματος καὶ τοῦ παραπετάσματος, ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν εἰσιέναι, θυμιατήριον τε ἔκειτο σύμβολον τῆς ἐν μέσῳ τῷ κόσμῳ τῷδε κειμένης γῆς, ἐξ ἧς αἱ ἀναθυμιάσεις. μέσος δὲ καὶ ὁ τόπος ἐκεῖνος τοῦ τε ἐντὸς τοῦ καταπετάσματος, ἔνθα μόνῳ τῷ ἀρχιερεῖ ἐπετέτραπτο ῥηταῖς εἰσιέναι ἡμέραις, καὶ τῆς ἔξωθεν περικειμένης αὐλαίας τῆς πᾶσιν ἀνειμένης Ἑβραίοις· διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γῆς̣ ἄλλοι δὲ κόσμου τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον. τὸ μὲν οὖν κάλυμμα κώλυμα λαϊκῆς ἀπιστίας ἐπίπροσθε τῶν πέντε τετάνυστο κιόνων, εἶργον τοὺς ἐν τῷ περιβόλῳ. ταύτῃ τοι μυστικώτατα πέντε ἄρτοι πρὸς τοῦ σωτῆρος κατακλῶνται καὶ πληθύνουσι τῷ ὄχλῳ τῶν ἀκροωμένων. πολὺς γὰρ ὁ τοῖς αἰσθητοῖς ὡς μόνοις οὖσι προσανέχων. ἄθρει δὴ περισκοπῶν, φησὶν ὁ Πλάτων, μή τις τῶν ἀμυήτων ἐπακούῃ. εἰσὶ δὲ οὗτοι οἱ οὐδὲν ἄλλο οἰόμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ τοῖν χειροῖν λαβέσθαι δύναιντο, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρει· τοιοῦτοι γὰρ οἱ τῇ πεντάδι τῶν αἰσθήσεων προσανέχοντες μόνῃ. ἄβατον δὲ ἀκοαῖς καὶ τοῖς ὁμογενέσιν ἡ νόησις τοῦ θεοῦ. ἐντεῦθεν πρόσωπον εἴρηται τοῦ πατρὸς ὁ υἱός, αἰσθήσεων πεντάδι σαρκοφόρος γενόμενος, ὁ λόγος ὁ τοῦ πατρῴου μηνυτὴς ἰδιώματος. εἰ δὲ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, ὁ καλὸς ἀπόστολος λέγει. ἔνδον μὲν οὖν τοῦ καλύμματος ἱερατικὴ κέκρυπται διακονία καὶ τοὺς ἐν αὐτῇ πονουμένους πολὺ τῶν ἔξω εἴργει. πάλιν τὸ παραπέτασμα τῆς εἰς τὰ ἅγια τῶν ἁγίων παρόδου, κίονες τέτταρες αὐτόθι, ἁγίας μήνυμα τετράδος διαθηκῶν παλαιῶν, ἀτὰρ καὶ τὸ τετράγραμμον ὄνομα τὸ μυστικόν, ὃ περιέκειντο οἷς μόνοις τὸ ἄδυτον βάσιμον ἦν· λέγεται δὲ Ἰˉαˉοˉυˉε, ὃ μεθερμηνεύεται ὁ ὢν καὶ ὁ ἐσόμενος. καὶ μὴν καὶ καθ' Ἕλληνας θεὸς τὸ ὄνομα τετράδα περιέχει γραμμάτων. εἰς δὲ τὸν νοητὸν κόσμον μόνος ὁ κύριος [ἀρχιερεὺς] γενόμενος εἴσεισι, [διὰ] τῶν παθῶν εἰς τὴν τοῦ ἀρρήτου γνῶσιν παρεισδυόμενος, ὑπὲρ πᾶν ὄνομα ἐξαναχωρῶν, ὃ φωνῇ γνωρίζεται. ναὶ μὴν ἥ τε λυχνία ἐν τοῖς νοτίοις ἔκειτο τοῦ θυμιατηρίου, δι' ἧς αἱ τῶν ἑπτὰ φωσφόρων κινήσεις δεδήλωνται νοτίους τὰς περιπολήσεις ποιουμένων. τρεῖς γὰρ ἑκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι κλάδοι καὶ ἐπ' αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπ' αὐτὸν κατά τινα θείαν μουσικὴν ἐνδίδωσι τοῦ φωτός. ἔχει δέ τι καὶ ἄλλο αἴνιγμα ἡ λυχνία ἡ χρυσῆ τοῦ σημείου τοῦ Χριστοῦ, οὐ τῷ σχήματι μόνῳ, ἀλλὰ καὶ τῷ φωτεμβολεῖν πολυτρόπως καὶ πολυμερῶς τοὺς εἰς αὐτὸν πιστεύοντας ἐλπίζοντάς τε καὶ βλέποντας διὰ τῆς τῶν πρωτοκτίστων διακονίας. φασὶ δ' εἶναι ἑπτὰ ὀφθαλμοὺς κυρίου τὰ ἑπτὰ πνεύματα, [τὰ] ἐπαναπαυόμενα τῇ ῥάβδῳ τῇ ἀνθούσῃ ἐκ τῆς ῥίζης Ἰεσσαί. πρὸς δὲ τοῖς βορείοις τοῦ θυμιατηρίου τράπεζα εἶχε τὴν θέσιν, ἐφ' ἧς ἡ παράθεσις τῶν ἄρτων, ὅτι τροφιμώτατα τῶν πνευμάτων τὰ βόρεια. εἶεν δ' ἂν μοναί τινες εἰς ἓν σῶμα καὶ σύνοδον μίαν συμπνεουσῶν ἐκκλησιῶν. τά τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμμένου καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους, ὡς βούλονταί τινες, ἐμφαίνει, εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζῳδιακοῦ κύκλου καὶ τοῦ κατ' αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμον δηλοῖ. περὶ τούτων οἶμαι καὶ ἡ τραγῳδία φυσιολογοῦσά φησιν· ἀκάμας τε χρόνος περί τ' ἀενάῳ ῥεύματι πλήρης φοιτᾷ τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ' ἄρκτοι ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς τὸν Ἀτλάντειον τηροῦσι πόλον. Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναι καὶ ἡ ἀπλανὴς σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι. ἄμεινον δ' ἡγοῦμαι τὴν κιβωτὸν ἐκ τοῦ Ἑβραϊκοῦ ὀνόματος θηβωθὰ καλουμένην ἄλλο τι σημαίνειν. ἑρμηνεύεται μὲν ἓν ἀνθ' ἑνὸς πάντων τόπων. εἴτ' οὖν ὀγδοὰς καὶ ὁ νοητὸς κόσμος εἴτε καὶ ὁ περὶ πάντων περιεκτικὸς ἀσχημάτιστός τε καὶ ἀόρατος δηλοῦται θεός, τὰ νῦν ὑπερκείσθω λέγειν· πλὴν ἀνάπαυσιν μηνύει τὴν μετὰ τῶν δοξολόγων πνευμά των, ἃ αἰνίσσεται Χερουβίμ· οὐ γὰρ ἄν ποτε ὁ μηδὲ γλυπτὸν εἴδωλον δημιουργεῖν παραινέσας αὐτὸς ἀπεικόνιζεν τῶν ἁγίων ἄγαλμα, οὐδ' ἔστι τὴν ἀρχὴν ἐπισύνθετόν τι καὶ αἰσθητὸν ζῷον ἐν οὐρανῷ ὧδέ πως ἔχον, σύμβολον δ' ἐστὶ λογικῆς μὲν τὸ πρόσωπον ψυχῆς, πτέρυγες δὲ λειτουργίαι τε καὶ ἐνέργειαι αἱ μετάρσιοι δεξιῶν τε ἅμα καὶ λαιῶν δυνάμεων, ἡ φωνὴ δὲ δόξα εὐχάριστος ἐν ἀκαταπαύστῳ θεωρίᾳ. Ἀπόχρη μέχρι τοῦδε προχωρῆσαι τὴν μυστικὴν ἑρμηνείαν· τοῦ δὲ ἀρχιερέως ὁ ποδήρης κόσμου ἐστὶν αἰσθητοῦ σύμβολον, τῶν μὲν ἑπτὰ πλανητῶν οἱ πέντε λίθοι καὶ οἱ δύο ἄνθρακες διά τε τὸν Κρόνον καὶ τὴν Σελήνην· ὃ μὲν γὰρ μεσημβρινὸς καὶ ὑγρὸς καὶ γεώδης καὶ βαρύς, ἣ δὲ ἀερώδης· διὸ Ἄρτεμις πρός τινων εἴρηται ἀεροτόμος τις οὖσα, ζοφερὸς δὲ ὁ ἀήρ. συνεργοῦντας δὲ εἰς γένεσιν τῶν τῇδε τοὺς ἐφεστῶτας τοῖς πλανήταις κατὰ τὴν θείαν πρόνοιαν ἐπί τε τοῦ στήθους καὶ τῶν ὤμων εἰκότως ἱδρῦσθαι διαγράφει, δι' ὧν ἡ πρᾶξις ἡ ἐπιγενεσιουργός, ἡ ἑβδομὰς ἡ πρώτη· στῆθος δ' οἰκητήριον καρδίας τε καὶ ψυχῆς. εἶεν δ' ἂν καὶ ἄλλως λίθοι ποικίλοι σωτηρίας τρόποι, οἳ μὲν ἐν τοῖς ὑπεραναβεβηκόσιν, οἳ δ' ἐν τοῖς ὑποβεβηκόσιν ἱδρυμένοι παντὸς τοῦ σῳζομένου σώματος. οἵ τε τριακόσιοι ἑξήκοντα κώδωνες οἱ ἀπηρτημένοι τοῦ ποδήρους χρόνος ἐστὶν ἐνιαύσιος, ἐνιαυτὸς κυρίου δεκτός, κηρύσσων καὶ κατηχῶν τὴν μεγίστην τοῦ σωτῆρος ἐπιφάνειαν. ἀλλὰ καὶ ὁ πῖλος ὁ χρυσοῦς ὁ ἀνατεταμένος τὴν ἐξουσίαν μηνύει τὴν βασιλικὴν τοῦ κυρίου, εἴ γε ἡ κεφαλὴ τῆς ἐκκλησίας ὁ σωτήρ. σημεῖον γοῦν ἡγεμονικωτάτης ἀρχῆς ὁ πῖλος ὁ ὑπὲρ αὐτήν· ἄλλως τε ἀκηκόαμεν, ὡς εἴρηται· καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ναὶ μὴν τὸ μὲν περιστήθιον ἔκ τε ἐπωμίδος, ἥ ἐστιν ἔργου σύμβολον, ἔκ τε τοῦ λογίου (τὸν λόγον δὲ τοῦτο αἰνίσσεται) ᾧ συνέστηκεν καὶ ἔστιν οὐρανοῦ εἰκὼν τοῦ λόγῳ γενομένου, τοῦ ὑποκειμένου τῇ κεφαλῇ τῶν πάντων τῷ Χριστῷ [καὶ] κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινουμένου. οἱ οὖν ἐπὶ τῆς ἐπωμίδος σμαράγδου φωτεινοὶ λίθοι ἥλιον καὶ σελήνην μηνύουσι τοὺς συνεργοὺς τῆς φύσεως. χειρὸς δέ, οἶμαι, ὦμος ἀρχή. οἱ δὲ ἐπὶ τῷ στήθει τέτραχα τεταγμένοι δώδεκα τὸν ζῳδιακὸν διαγράφουσιν ἡμῖν κύκλον κατὰ τὰς τέσσαρας τοῦ ἔτους τροπάς. ἄλλως τε ἐχρῆν τῇ κεφαλῇ τῇ κυριακῇ νόμον μὲν καὶ προφήτας ὑποκεῖσθαι, δι' ὧν οἱ δίκαιοι μηνύονται καθ' ἑκατέρας τὰς διαθήκας· προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ αὐτοῦ ἐνεργοῦντος διὰ πάντων ἁγίου πνεύματος. ὥσπερ δὲ ὁ κύριος ὑπεράνω τοῦ κόσμου παντός, μᾶλλον δὲ ἐπέκεινα τοῦ νοητοῦ, οὕτως καὶ τὸ ἐν τῷ πετάλῳ ἔγγραπτον ὄνομα ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας εἶναι ἠξίωται, ἔγγραπτον δὲ διά τε τὰς ἐντολὰς τὰς ἐγγράφους διά τε τὴν αἰσθητὴν παρουσίαν. ὄνομα δὲ εἴρηται θεοῦ. ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ τοῦ θεοῦ τοῦ ἀοράτου πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθ' ἑαυτὴν ἅπαντα γενόμενα. ναὶ μὴν τὸ λόγιον τὴν προφητείαν τὴν ἐκβοῶσαν τῷ λόγῳ καὶ κηρύσσουσαν καὶ τὴν κρίσιν τὴν ἐσομένην δηλοῖ, ἐπεὶ ὁ αὐτός ἐστι λόγος ὁ προφητεύων κρίνων τε ἅμα καὶ διακρίνων ἕκαστα. φασὶ δὲ καὶ τὸ ἔνδυμα, τὸν ποδήρη, τὴν κατὰ σάρκα προφητεύειν οἰκονομίαν, δι' ἣν προσεχέστερον εἰς κόσμον ὤφθη. ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν ἐντασσόμενος φυλήν, ἀλλ' ἤδη τῷ γνωστικῷ λόγῳ. καθαρὸς μὲν [οὖν] τὴν καρδίαν πᾶσαν, κατορθώσας δ' εὖ μάλα καὶ τὴν πολιτείαν ἐπ' ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας. οὐδὲν δὲ οἷον αὐτοῦ ἐπακοῦσαι τοῦ λόγου, πλείονα τὸν νοῦν διὰ τῆς γραφῆς ἐνδιδόντος. λέγει γὰρ ὧδε· καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν, ἣν ἐνδεδύκει εἰσπορευόμενος εἰς τὰ ἅγια, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ. καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ. ἄλλως δ', οἶμαι, ὁ κύριος ἀποδύεταί τε καὶ ἐνδύεται κατιὼν εἰς αἴσθησιν, ἄλλως ὁ δι' αὐτοῦ πιστεύσας ἀποδύεταί τε καὶ ἐπενδύεται, ὡς καὶ ὁ ἀπόστολος ἐμήνυσεν, τὴν ἡγιασμένην στολήν. ἐντεῦθεν κατ' εἰκόνα τοῦ κυρίου ἀρχιερεῖς ἀπὸ τῆς ἁγιασθείσης ᾑροῦντο φυλῆς οἱ δοκιμώτατοι καὶ οἱ εἰς βασιλείαν καὶ οἱ εἰς προφητείαν ἐκλεκτοὶ ἐχρίοντο.