πικρὸν γλυκύ, τοῖς δὲ ὡδί· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθή3.12.92.2 σεται. Καὶ τοὺς μὲν ἐλεήμονας μακαρίζει, ὅτι αὐτοὶ ἐλεηθήσονται, ὀργὴν δὲ ἡ σοφία ταλανίζει, ὅτι ἄρα 3.12.92.3 ἀπολέσει καὶ φρονίμους. Ἤδη δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς κελεύει καὶ τοὺς καταρωμένους ἡμᾶς εὐλογεῖν προσεύχεσθαί τε ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς. Τῷ τύπτοντί σε, φησίν, εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἐὰν ἄρῃ σού τις τὸν χιτῶνα, μὴ κωλύσῃς καὶ τὸ ἱμάτιον. 3.12.92.4 Περὶ δὲ τῆς πίστεως· Πάντα ὅσα ἐὰν αἰτήσησθε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε, φησίν· πιστὸν δὲ ἀπίστοις οὐδὲν κατὰ Πίνδαρον. Καὶ οἰκέταις μὲν χρηστέον ὡς ἑαυτοῖς· ἄνθρωποι γάρ εἰσιν ὡς ἡμεῖς· Ὁ γὰρ θεὸς πᾶσι, τοῖς ἐλευθέροις καὶ τοῖσι δούλοις, ἐστίν, ἂν σκοπῇς, ἴσος. 3.12.93.1 ∆εῖ δὲ καὶ τοὺς πλημμελοῦντας τῶν οἰκετῶν οὐ κολάζειν, ἐπιτιμᾶν δέ· ὁ γὰρ φειδόμενος, φησί, τῆς βακτηρίας 3.12.93.2 ἑαυτοῦ μισεῖ τὸν ἑαυτοῦ υἱόν, Ἔτι τὴν μὲν φιλοδοξίαν ἀποσκορακίζει· Οὐαὶ ὑμῖν, Φαρισαῖοι, λέγων, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ 3.12.93.3 τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. Τὴν δὲ μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἀσπάζεται, τὴν ἑπομένην ταῖς ἁμαρτίαις μετάνοιαν ἀγαπῶν· μόνος γὰρ ἀναμάρτητος αὐτὸς ὁ λόγος· Τὸ μὲν (γὰρ) ἐξαμαρτάνειν ἅπασιν ἔμφυτον καὶ κοινόν, ἀναδραμεῖν δὲ τὴν ἁμαρτίαν οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλὰ ἀξιολόγου. 3.12.93.4 Περὶ δὲ τῆς μεταδόσεως δεῦτε εἶπε πρός με πάντες οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ δεδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε 3.12.93.5 πρός με. Καὶ πότε τι τούτων τῷ κυρίῳ πεποιήκαμεν ἡμεῖς; Αὐτὸς ἐρεῖ πάλιν ὁ παιδαγωγὸς τὴν εὐποιίαν καὶ τῶν ἀδελφῶν ἀγαπητικῶς εἰς ἑαυτὸν μετατρέπων καὶ λέγων· Ἐφ' ὅσον ἐποιήσατε τοῖς μικροῖς τούτοις, ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οἱ τοιοῦτοι εἰς ζωὴν αἰώνιον. 3.12.94.1 Τοιοίδε μὲν οἱ λογικοὶ νόμοι, οἱ παρακλητικοὶ λόγοι οὐκ ἐν πλαξὶ λιθίναις δακτύλῳ γεγραμμένοι κυρίου, ἀλλ' ἐν καρδίαις ἀνθρώπων ἐναπογεγραμμένοι ταῖς μόνον φθορὰν οὐκ ἐπιδεχομέναις. ∆ιὰ τοῦτό τοι κατεάγασιν αἱ πλάκες τῶν σκληροκαρδίων, ἵν' αἱ πίστεις τῶν νηπίων ἐν μαλθακαῖς τυπωθῶσιν διανοίαις. Ἄμφω δὲ τὼ νόμω διηκόνουν τῷ λόγῳ εἰς παιδαγωγίαν τῆς ἀνθρωπότητος, 3.12.94.2 ὃ μὲν διὰ Μωυσέως, ὃ δὲ δι' ἀποστόλων. Οἵα γοῦν καὶ δι' ἀποστόλων ἡ παιδαγωγία. Ἀναγκαῖόν μοι δοκεῖ καὶ περὶ τοῦ εἴδους διαλεχθῆναι τούτου, μᾶλλον δὲ ἐμαυτοῦ μεμνημένος, ὁ παιδαγωγός φησιν αὐτός, σπερματικῶς 3.12.94.3 πάλιν τὰς ὑποθήκας ἐκθήσομαι· Ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζό3.12.94.4 μενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρῄζοντι. Πᾶσα πικρία καὶ ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν φρόνιμοι καὶ μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. 3.12.94.5 Αἱ μὲν γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν, ὡς τῷ κυρίῳ, οἱ δὲ ἄνδρες τὰς γυναῖκας τὰς ἑαυτῶν ἀγαπάτωσαν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλη3.12.95.1 σίαν. Ἀγαπάτωσαν οὖν ἀλλήλους οἱ συνεζευγμένοι ὡς τὰ ἴδια σώματα. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν. Οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου