104
γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· Oὐκ- οῦν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθὸ ἀνθρώ- πους ἠδίκησαν τιμωρῶ, φιλάνθρωπός εἰμι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Eἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τὸ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων οὓς ὁ θεὸς ἐδη- μιούργησεν, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δι- καίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· Ὀρθῶς ἔφης καὶ ἀληθῶς· ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρῖναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοί, ἀθέμιτα κρύφα διαπρασσόμενοι, ἔνιοι δὲ ἀγα- θοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ' εἰ καὶ τοῦ βασα- νίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δι- καίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες τὰς βασάνους ὑπομεί- ναντες ὡς ἀθῷοι ἀπελύθησαν, ἕτεροι δὲ ἀθῷοι ὄντες τὰς βασάνους μὴ ὑπο- μείναντες, ἑαυτῶν καταψευσάμενοι ὡς αἴτιοι ἐκολάσθησαν. καὶ ὁ Πέτρος· Μετρίως, ἔφη, ἔχει καὶ ταῦτα, τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὖ πραττόντων, ὧν ποιοῦσιν ἃ μὲν ἴδια αὐτῶν ἐστιν, ἃ δὲ ἀλλότρια, δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν τιμωρεῖσθαι ἢ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν εὐεργετεῖσθαι. ἀδύνατον δέ τινι πλὴν προ φήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γινόμενα εἰδέναι ποῖά ἐστιν αὐτοῦ ἴδια, ποῖα δὲ οὐκ ἦν· πάντα γὰρ δι' αὐτοῦ γινόμενα βλέπεται. κἀγὼ ἔφην· Ἐβουλόμην μαθεῖν πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων ἃ μὲν ἴδια, ἃ δὲ ἀλλότρια. καὶ ὁ Πέτρος ἀπεκρίνατο ὅτι· Ὁ τῆς ἀληθείας προφήτης ἔφη· «Τὰ ἀγαθὰ ἐλθεῖν δεῖ, μακάριος δέ (φησίν) δι' οὗ ἔρχεται· ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν, οὐαὶ δὲ δι' οὗ ἔρχεται». εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται καὶ δι' ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακόν, καὶ ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακά, ἅτινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται, ἐπεὶ κρίσις αὕτη θεῷ, ὥσπερ ἐπ' ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθότα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῆς αἰωνίου καταξιοῦσθαι· οἱ γὰρ ἐν ἀγα- θοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἰδίᾳ βουλῇ ἐν κακίᾳ παραμεινάν- των πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευό- μενοι, τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπη- ρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δι' ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεσθαι καὶ πρὸς ἄμυναν ὁρμᾶν. ὁ δὲ διδάσκαλος εἰδὼς ὅτι οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσιν καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώ- πους καθὸ ἄνθρωποί εἰσιν, καὶ δι' ἁμαρτίας ὄργανα γινομένους κακίας ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσιν, καὶ τὸ ὅσον ἐπ' αὐτοῖς ἐστιν, ἀδικουμένους καὶ ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσιν βοηθῶσιν, εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ τὸ πλεῖον αὐτοὺς ἁμαρ- τεῖν ἀναγκάσωσιν. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινί, οὐκ εὔ- λογον ἀγανακτεῖν ἐκείνῳ, δι' οὗ τὸ παθεῖν γίνεται, λογισάμενον ὅτι, εἰ