104
τοὺς ἄνδρας στέργειν τὰς ἑαυτῶν γαμετὰς καὶ ὅτι συνερχόμενοι ἀλλήλοις, κἂν μὴ λούσωνται, καθαροί εἰσιν, μοιχὸν δὲ ἢ πόρνον λοῦτρον οὐ καθαίρει. λ. Ὅτι ἔθος Ἰουδαίοις τε καὶ Ἕλλησιν παρατηρεῖσθαι τὰς φυσικὰς καθάρσεις καὶ τῶν τεθνεώτων τὰ λείψανα βδελύσσεσθαι, Χριστια νῶν δὲ τοῦτο ἀλλότριον, οὓς δεῖ καὶ συνιέναι ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων καὶ ψάλλειν ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων. Πρὸ πάντων φυλάσσεσθε, ὦ ἐπίσκοποι, τὰς δεινὰς καὶ χαλεπὰς καὶ ἀθεμίτους αἱρέσεις, φεύγοντες αὐτὰς ὥσπερ πῦρ φλέγον τοὺς αὐτῷ πλησιάζοντας. Φεύγετε δὲ καὶ τὰ σχίσματα. Oὔτε γὰρ πρὸς ἀνοσίους αἱρέσεις θεμιτὸν ἐκκλῖναι τὸν νοῦν, οὔτε τῶν ὁμογνωμόνων χωρίζεσθαι διὰ φιλαρχίαν. Ταῦτα γὰρ καὶ τὸ παλαιόν τινες τολμήσαντες ἐπιχειρῆσαι οὐ διέφυγον τὴν τιμωρίαν. ∆αθὰν γὰρ καὶ Ἀβειρὼν ἀντιπρό σωποι γενόμενοι Μωϋσεῖ κατεπόθησαν εἰς γῆν, Κορὲ δὲ καὶ οἱ μετ' αὐτοῦ διακόσιοι πεντήκοντα, τῷ Ἀαρὼν διαστα σιάσαντες, πυρὸς παρανάλωμα γεγόνασιν, Μαριὰμ δὲ ὡς ἑλληνοκοίτην ὀνειδίσασα Μωϋσῆν ἔξω τῆς παρεμβολῆς ἀπε βλήθη ἑπτὰ ἡμέρας· ἔλεγεν γάρ, ὅτι γυναῖκα Μωϋσῆς Aἰθιόπισσαν ἔλαβεν. Oὐ μὴν δὲ ἀλλὰ καὶ Ἀζαρίας ὁ καὶ Ὀζίας, οὗτος δὲ ἦν βασιλεὺς τοῦ Ἰούδα, κατατολμήσας τῆς ἱερωσύνης καὶ θυμιάσαι βουληθεὶς τὸ θυμίαμα, ὃ οὐ προσῆκον ἦν αὐτῷ, κωλυόμενος ὑπὸ Ἀζαρίου τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων καὶ μὴ ὑπακούσας, ἐξανέτειλεν λέπραν ἐν τῷ μετώπῳ καὶ ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ Κύριος. Προσέχωμεν οὖν, ἀγαπητοί, τί τὸ κλέος τῶν στασιασάντων καὶ ποταπὴ ἡ ἀπόφασις αὐτῶν. Eἰ γὰρ ὁ βασιλεῦσιν ἐπεγειρόμενος κολάσεως ἄξιος, κἂν υἱὸς ᾖ, κἂν φίλος, πόσῳ μᾶλλον ὁ ἱερεῦσιν ἐπανιστάμενος; Ὅσῳ γὰρ ἱερωσύνη βασιλείας ἀμείνων, περὶ ψυχῆς ἔχουσα τὸν ἀγῶνα, τοσούτῳ καὶ βαρυτέραν ἔχει τὴν τιμωρίαν ὁ ταύτῃ τολμήσας ἀντομματεῖν, ἤπερ ὁ τῇ βασιλείᾳ. Καίτοιγε οὐδὲ εἶς ἀτιμώρητος· οὔτε γὰρ Ἀβεσσαλὼμ καὶ Ἀβεδδαδὰν ἔμειναν ἀτιμώρητοι, οὔτε Κορὲ καὶ ∆αθάν. Oἱ μὲν γὰρ τῷ ∆αυὶδ περὶ βασιλείας, οἱ δὲ τῷ Μωϋσεῖ περὶ πρωτείων ἐπανέστησαν ἁμιλλώμενοι. Καὶ ἐκακολόγουν ὁ μὲν Ἀβεσσαλὼμ ∆αυὶδ τὸν πατέρα ὡς ἄδικον κριτήν, λέγων ἑκάστῳ· «Oἱ λόγοι σου καλοί, καὶ οὐκ ἔστιν ὁ ἀκουσόμενός σου καὶ δικαιώσας σε· τίς με ποιήσει ἄρχοντα;» Ὁ δὲ Ἀβεδδαδάν· «Oὐκ ἔστιν μοι, φησί, μερὶς ἐν ∆αυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί.» ∆ῆλον ὡς ἀναξιοπαθῶν ἄρχεσθαι ὑπὸ ∆αυίδ,