Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Ἠλλοιῶσθαι δέ φαμεν Ἰουδαίους τε καὶ Ἕλληνας, ὥστε καὶ εἰς ἕνα καὶ ἀγαπητὸν γενέσθαι λαὸν τοὺς ἐξ ἀμφοῖν κεκλημένους. Ὡς γὰρ ὁ Παῦλός φησιν, "Τοὺς δύο λαοὺς ἔκτισεν ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον." Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. (B f. 165, L f. 231) Ἐνταῦθά μοι νόει τοῦ ἐκ 69.1028 τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεοῦ Λόγου πρόοδον, ἤτοι γέννησιν, οὐχ ὡς σῶμα ἐκ σώματος, ἀλλὰ ἀσύν θετον, ἄϋλόν τε καὶ νοητὴν, ὡς λόγον ἐκ νοῦ, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν. Τίς γὰρ ἀποστήσει καρδίας ἤτοι νοῦ λόγον, τὸν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ καὶ ἀεὶ σὺν αὐτῷ; ἀποστήσει δὲ οὕτως, ὡς ἔξω γενέσθαι παντελῶς αὐτοῦ; ∆οκεῖ μὲν γάρ πως ὁ ἐν προφορᾷ καὶ διὰ γλώττης προϊέμενος λόγος, ἕτερος εἶναί τις παρὰ τὴν ἀναβράττουσαν αὐτὸν καρδίαν· πρόεισί γε μὴν ἐξ αὐτῆς, καὶ ἔστιν ἐν αὐτῇ, καὶ οὐκ ἀλλότριος αὐτῆς. Οὐ γὰρ ἐνδέχεται νοῦν, ἤτοι καρδίαν, ἄλογον εἶναί ποτε· οὔτε μὴν λόγον, ὃς οὐκ ἔστιν ἐκ νοῦ καὶ εἰς νοῦν, ἤτοι καρδίαν καὶ ἐν καρδίᾳ. Οὐκοῦν ὡς ἐν τάξει πα[ραδείγματός τινος] ἐπὶ Θεοῦ δεξάμενοι καρδίαν καὶ λόγον, τὸν τῆς ἑαυτῶν διανοίας ὑπερτεί νωμεν ὀφθαλμὸν εἰς τὸ ἐπέκεινα τῶν αἰσθητῶν, καὶ θεοπρεπῆ τοῦ Θεοῦ Λόγου τὴν γέννησιν γενέσθαι πι στεύωμεν· ὃν ὡς λόγον ὁ Πατὴρ ἐκ καρδίας ἐξηρεύξατο. Ἀγαθὸν δὲ αὐτὸν ἀποκαλεῖ, καὶ μάλα εἰκότως, ἔν γε δὴ μάλιστα τῷ προκειμένῳ σκοπῷ. Ἐπειδὴ γὰρ τῆς τοῦ κόσμου σωτηρίας ἔνεκα καὶ ζωῆς εἴλετο παθεῖν τὴν ἑκούσιον κένωσιν, ἐξ ἡμερότητος ἐμφύτου καὶ γαλη νότητος τῆς θεοπρεποῦς, ἀναγκαῖον ἦν ἀγαθὸν ὀνο μάζεσθαι νυνὶ μάλιστα, καίτοι καὶ φῶς ὄντα καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν. Ὡς ἤδη δὲ προειρημέ νης διὰ τοῦ προλαβόντος στίχου τῆς ἀφράστου γεννή σεως τοῦ Μονογενοῦς, ὁ περὶ τῆς ἐνανθρωπήσεως εἰσφέρεται λόγος· ἔστι μὲν γὰρ, ὡς ἔφην, ἐν ὑπεροχῇ καὶ δόξῃ θεότητος ὁ Υἱός· ἐπειδὴ δὴ [δὲ] ἅπαξ κεκέ νωκεν ἑαυτὸν, τῶν τῆς ἀνθρωπότητος ἀνέχεται μέ τρων. Ἐοικὸς δὲ ἀνθρώπῳ τὸ διδακτῶς ἔχειν ἅπερ οὐκ οἶδεν. Ἧ γὰρ Θεὸς εἰς νοῦν ἐνήχει τὴν παντὸς εἴδησιν ἀγαθοῦ, ἤγουν .. παραινέσεις ἀποτελοῦσιν σοφούς. Ἄθρει δὴ οὖν ἐν τούτοις, ὡσπερεὶ ἐνανθρωπή σαντος τοῦ Υἱοῦ, λέγοντα τὸν Πατέρα· "Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ." Μόνον γὰρ οὐχὶ καθ υπισχνεῖται διδάσκειν αὐτὸν ὁποίοις τισὶν κεχρήσεται λόγοις, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ εἶναί φαμεν τὴν εὐσεβῆ πολι τείαν, καὶ τῶν ἁγιοπρεπῶν ἀνδραγαθημάτων τὴν δύ ναμιν, ἣ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγονεν ἡμῖν ἐμφανής. Ἔφασκε γὰρ ὁ Σωτήρ· "Ἀπ' ἐμαυτοῦ οὐ ποιῶ οὐδὲν, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω." Καὶ πάλιν· "Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με." Γράφει δὲ καὶ ὁ σοφὸς Ἱωάννης περὶ αὐτοῦ, ὅτι "Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπ έστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ." Ἐπειδὴ γὰρ παρωσάμενος τὴν ἐν νόμῳ σκιὰν, ἑαυτὸν ἔφα 69.1029 σκεν εἶναι τὴν ἀλήθειαν, ἐδίδασκε δὲ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησίν τε καὶ λατρείαν, ὡς ἂν μὴ τοῖς Ἰουδαίοις παρά γε τὸ τῷ Θεῷ δοκοῦν τοὺς περὶ τῶν τοιούτων γίνεσθαι λόγους, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς οἰκονομικῶς, ὡς ἔφην, ἀνατί θει τὰς ἑαυτοῦ φωνάς. Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν τῷ ὄρει Χωρὴβ συναγηγερμένῳ τῷ Ἰσραὴλ ἐπαγγελίαν ἐδίδου Θεὸς τὴν περὶ Χριστοῦ, λέγων πρὸς τὸν ἱερο φάντην Μωσέα, ὅτι "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός· "Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε." Τὸ γὰρ δείκνυσθαι τὰ ἔργα τοῦ Πατρὸς τῷ Υἱῷ, οὐκ ἀπηλ λάχθαι μὲν ἴσως φαίη τις ἂν ἀνθρωπίνης σμικρο πρεπείας, ἔοικέ γε μὴν τῷ τῆς κενώσεως σκοπῷ. Εὖ δὲ δὴ σφόδρα βασιλέα τὸν Υἱὸν ὁ Πατὴρ ἀποκαλεῖ, ἵνα μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ τὸ μυστήριον ἀποφέρειν αὐτόν πως δοκῇ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας καὶ τῆς κατὰ πάντων ὑπεροχῆς.