1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

104

οὐρανοῦ φωνὴ σαφῶς ἀνεκήρυξε φήσασα, Οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. 192 Ψ. ΙΓʹ. Ἀκούσατε λόγων Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἱερουσαλήμ· Ὅτι εἴπατε, Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Ἅιδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· διὰ τοῦτο οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ· καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ πῶς οὐκ ἀληθῶς ἠλίθιος καὶ κομιδῇ καταγέλαστος ἡ τῶν σωματικῶς καραδοκούντων λίθον τινὰ τούτων δὴ τῶν πολυτελῶν καὶ πολυτίμων εἶναι νομιζομένων εἰς τὰ θεμέλια τῆς σωματικῆς Σιὼν ἐμβληθήσεσθαι πρὸς αὐτοῦ τοῦ Κυρίου ὑπόληψις, ἐφ' ὃν λίθον ὁ πιστεύσας οὐδαμῶς καταισχυνθήσεσθαι προφητεύεται· τὰς μωρὰς τοιγαροῦν καὶ Ἰουδαϊκὰς διηγήσεις, τούς τε γραώδεις οὓς ὠνόμασεν ὁ ἀπόστολος μύθους ἀποσεισάμενοι, Θεοῦ ἀξίως τὰς θεοπνεύστους παραδεχώμεθα προφητείας· φησὶν οὖν διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον. ∆ιὰ ποῖον δὲ τοῦτο, ἢ διὰ τὸ τοὺς ἄρχοντας τοῦ προτέρου λαοῦ πεποιηκέναι συνθήκας μετὰ τοῦ θανάτου, καὶ διὰ τὸ καταλεῖψαι μὲν αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην, ἀντὶ δὲ ταύτης διαθήκην πρὸς τὸν Αἵδην πεποιηκέναι, ὑπολαμβάνειν δὲ διὰ ταῦτα μηδὲν κακὸν ἑαυτοὺς πείσεσθαι· ἀλλὰ καὶ διὰ τοῦτο τεθεικέναι 193 μὲν ἐπὶ ψεῦδος τὴν ἐλπίδα αὐτῶν καὶ οἴεσθαι τῷ ψεύδει σκεπασθήσεσθαι· διὰ γάρ τοι ταῦτα, ὡς ἂν ἀποπεπτωκότων ἐκείνων ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, τὸν πολυτίμητον λίθον τοῖς πιστεύουσιν ἐπαγγέλλεται θήσειν. Πρὸς ἐκείνους δὲ τοὺς εἰρηκότας, ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Αἵδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ὑποκαταβὰς ὁ λόγος φησὶν, οἱ πεποιθότες μάτην ψευδεῖ οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ καὶ ἀφελῇ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν Αἵδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ ἔσεσθε αὐτῇ εἰς καταπάτημα· ἃ καὶ πρόδηλον ὅπως ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν εἰς ἐκεῖνον πεπλήρωται τὸν λαόν. Ἀκολούθως ἄρα ἡμεῖς οὐκ ἄλλον ἡγούμεθα εἶναι τὸν δηλούμενον ἐνταῦθα λίθον ἐκλεκτὸν θαυμαστὸν τινὰ ὄντα καὶ παράδοξον, ὡς τοὺς πιστεύσαντας εἰς αὐτὸν μὴ καταισχυνθήσεσθαι τοῦ ἱεροῦ τοῦ Θεοῦ Λόγου, ἐφ' ὃν ὡς ἐπὶ θεμέλιον ἑδραῖον ἡ πνευματικὴ καὶ ἐπουράνιος Σιὼν ᾠκοδόμηται, οὐκ ἄλλη τις οὖσα τῆς τοῦ Θεοῦ ἐκκλησίας· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· περὶ τούτου δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ ἀκρογωνιαῖος ὠνόμασται· τοῦτον δὲ καὶ ∆ανιὴλ τὸν λίθον ἑρμηνεύει ἐπὶ τὴν τοῦ Χριστοῦ βασιλείαν, ἔνθα λέγει, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξεν ἢ καὶ ἐπλήρωσε πᾶσαν τὴν 194 γῆν. Οἱ μὲν οὖν οἰκοδομοῦντες τὴν κατὰ τὸ γράμμα τοῦ νόμου οἰκοδομὴν, τοῦτον ἀπεδοκίμασαν τὸν λίθον· αὐτὸς δὲ οὐδὲν ἧττον ὑπ' ἐκείνων ἀποδοκιμασθεὶς, κεφαλὴ γωνίας τῆς τῶν ἐξ ἐθνῶν ἐκκλησίας ἀναδέδεικται κατὰ τὸ εἰρημένον ποῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Ἐπὶ τοῦτον τοιγαροῦν τὸν λίθον ὁ πιστεύων οὐ καταισχυνθήσεται, ἐπαληθευούσης καὶ ταύτης τῆς περὶ αὐτοῦ προφητείας. Ψ. Ι∆ʹ. Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. Καὶ τί ἂν εἴη τὸ λεγόμενον ὄνομα Κυρίου ἢ ὁ Θεὸς Λόγος, δι' οὗ τὰ σύμπαντα γεγένηται; Τὰ περὶ τῆς δευτέρας τοίνυν καὶ ἐνδόξου αὐτοῦ παρουσίας νομίζω καὶ ταύτην αἰνίττεσθαι τὴν προφητείαν. Ψ. ΙΕʹ. Τάδε λέγει