104
Ἰλίου συνοῦσαι τὰς ναῦς αὐτοῖς ἐνέπρησαν, ἵνα μὴ δοῦλαι κατ' οἴκους αὐτῶν ἐπανιοῦσαι γένων ται. οἱ δὲ μὴ βουλόμενοι τὸν τόπον κατῴκισαν, οὐκ ἔχοντες ὅπως ἐπὶ τὰ σφέτερα πλεύσωσι. Πρὸς τούτοις καὶ Καλλίας ὁ τὰς πράξεις Ἀγαθοκλέους γράφων γυναῖκά τινα Ῥώμην τοὔνομά φησι Τρῳάδα τὸ γένος σὺν τοῖς Τρωσὶν ἐλθοῦσαν τῷ τηνικαῦτα βασιλεύοντι Λατίνῳ τῆς Ἰταλίας γήμασθαι καὶ τεκεῖν αὐτῷ παῖδας τρεῖς, Ῥῶμον καὶ Ῥωμύλον καὶ Τηλέγονον, ὃν οἰκῆσαι ἐν ἄλλοις χωρίοις ἐλέγετο· Ῥῶμον δὲ καὶ Ῥωμύλον παῖδας Λατίνου καὶ Ῥώμηςτῆς Τρῳάδος τὴν πόλιν κτίσαι καὶ Ῥώμην καλέσαι τῷ μητρῴῳ ὀνόματι, τούς τε ἀπὸ Λατίνου Λατίνους, τοὺς καὶ Ἀβορήγινας πρότερον λεγομένους, Ῥωμαίους προσαγορεῦσαι. Πάλιν Ξεναγόρας ὁ ξυγγραφεὺς Ῥῶμον, Ἀντίαν καὶ Ἀρδίαν τρεῖς υἱοὺςὈδυσσέως καὶ Κίρκης λέγει εἶναι, οἳ καὶ τρεῖς κτίσαντες ἐπωνύμους πόλεις ᾤκισαν. 228 Ὁ δέ γε Χαλκιδεὺς ∆ιονύσιος τὸν οἰκιστὴν τῆς πόλεως Ῥῶμον κατὰ μὲν τινὰς Ἀσκανίου, κατὰ δὲ ἄλλους Ἠμαθίωνος υἱὸν ἀποφαίνει. Καὶ ἕτεροι ὑπὸ Ῥώμου τοῦ Ἰταλοῦ καὶ Λεύκης τῆς μητρὸς αὐτοῦ φασιν ἐκτίσθαι τὴν πόλιν Ἑλλήνων συγγραφεῖς καὶ ἄλλοι ἄλλως διαφερόμενοι. Κατὰ δὲ τοὺς Ῥωμαίων λογογράφους ὕστερον γεγονότας, ἐπεὶ παλαιὸς οὐδεὶς παρ' αὐτοῖς, οἱ μὲν Αἰνείου Ῥωμύλον καὶ Ῥῶμον φάσκουσιν υἱούς, ἕτεροι δὲ θυγατρὸς Αἰνείου, τίνος πατρὸς ἀγνοοῦντες, καὶ τούτους ὑπ' Αἰνείου δοθῆναι Λατίνῳ πρὸς ὁμηρίαν εἰρήνης, ὃς ἄπαις τελευτῶν μοῖραν τῆς ἀρχῆς αὐτοῖς ἀπένειμε. Τινὲς δ' αὖ φασιν Ἀσκάνιον τὸν Αἰνείου υἱὸν μετὰ τὴν τοῦ πατρὸς τε λευτὴν νείμασθαι τὴν ἀρχὴν ἅμα Ῥώμῳ καὶ Ῥωμύλῳ τοῖς ἀδελφοῖς, κτίσαι δὲ αὐτὸν μὲν τὴν Ἄλβαν καὶ ἄλλας πόλεις, Ῥέμον δὲ Καπύην ἀπὸ Κάπυος προπάππου, Ἀγχίσαν δὲ ἀπὸ Ἀγχίσου τοῦ πάππου, Αἰνείαν δὲ τὴν μετὰ ταῦτα κληθεῖσαν Ἰάνικλον εἰς ὄνομα τοῦ πατρός, Ῥώμην δὲ εἰς ἑαυτοῦ ὄνομα, ἥτις μετά τινα χρόνον ἐρημωθεῖσα ὑπὸ Ῥωμύλου καὶ Ῥέμου τῶν ἀδελφῶν ἀνεκτίσθη, χρόνοις ἔπειτα τῆς Ἀλβανῶν ἀποικίας ἡγη σαμένων, κατὰ τὴν ζʹ· ὀλυμπιάδα μετὰ ιεʹ γενεάς. Ἀντίοχος δὲ ὁ Συρακούσιος καὶ πρὸ Τρωικῶν φησι τὴν Ῥώμην ἐκτίσθαι, βασιλεύοντος Μόργητος Ἰταλίας ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας μετὰ τὸν πρῶτον λεγόμενον Ἰταλὸν βασιλέα καταγεγηρακότα. Καὶ ταῦτα μὲν περὶ τῶν παλαιῶν αὐτῆς κτίσεων. τὴν μέντοι μετέπειτα καὶ αὐτὴν ἀσυμφώνως γράφουσι κτίσιν αὐτῆς, Τίμαιος μὲν πρὸ ηʹ καὶ λʹ τῆς πρώτης ὀλυμπιάδος λέγων ἐτῶν ἐκτίσθαι Ῥώμην, Λεύκιος δὲ Κίγκλιος, εἷς τοῦ βουλευτικοῦ συνεδρίου Ῥώμης, κατὰ τὸ δʹ ἔτος τῆς ιβʹ ὀλυμπιά δος, Φάβιος δὲ Κόιντος ἀρχομένης ηʹ ὀλυμπιάδος, Πόρκιος δὲ Κάτων, ἀνὴρ φιλόπονος περὶ συναγωγὴν τῶν ἀρχαιολογουμένων ἱστοριῶν, μετὰ τὰ Τρωικὰ χρόνοις ὕστερον υλβʹ. οὗτος δὲ ὁ χρόνος κατὰ τὴν Ἐρατο σθένους χρονολογίαν τῷ πρώτῳ ἔτει συμπίπτει τῆς ζʹ ὀλυμπιάδος. Καὶ ταῦτα μὲν ἀρκούντως ἡμῖν περί τε τοῦ χρόνου καθ' ὃν ἐκτίσθη 229 Ῥώμη περί τε τοῦ κτιστοῦ καὶ τῆς ἐξ αὐτοῦ προσηγορίας Ῥωμαίων. πρὸ δέ γε τούτου Λατῖνοι μὲν ἀπὸ Λατίνου παιδός, ὥς φασιν, Ἡρακλέους ἐλέγοντο καὶ πρὸ Λατίνου Ἀβορήγινες ἐκ τῶν πρὸ Λατίνου Ῥωμαίοις γενεαρχησάντων πρωτογόνων· οὕτω γὰρ ἑρμηνεύεται παρὰ Ῥωμαίοις ἡ τῶν Ἀβορηγίνων προσηγορία, οὓς αὐτόχθονάς φασιν Ἰταλίας· καὶ πρό γε τούτων Σικελούς τινας, ἔθνος αὐθιγενὲς καὶ βάρβαρον, οἰκῆσαι τὴν χώ ραν· ὧν πρεσβυτέραν ἱστορίαν οὐκ ἔστιν εὑρεῖν, ὡς ∆ιονύσιος ὁ Ἁλικαρ νασεὺς ἐν πρώταις Ῥωμαϊκαῖς ἱστορίαις. Περὶ τῆς ἀρχαιογονίας Ῥωμαίων ἐκ τῆς ζʹ ∆ιοδώρου Σικελιώτου Ἔνιοι μὲν οὖν τῶν συγγραφέων πλανηθέντες ὑπέλαβον τοὺς περὶ τὸν Ῥωμύλον ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντα κεκτικέναι τὴν Ῥώμην· τὸ δ' ἀληθὲς οὐχ οὕτως ἔχει, πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τε Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων, ἐκτισμένης δὲ τῆς πόλεως κατὰ τὸ βʹ ἔτος τῆς ζʹ ὀλυμπιάδος. αὕτη γὰρ ἡ κτίσις ὑστερεῖ τῶν Τρωι κῶν ἔτεσι τρισὶ πλείω τῶν υʹ καὶ λʹ. Αἰνείας γὰρ μετὰ τὴν ἅλωσιν