104
νῦν αὐτὸς εὐεργετεῖ.» ἀνεμίμνησκε δὲ αὐτὸν ἔργου τινὸς, ὃ ἦν εἰργασμένος πρὸ μικροῦ. νζʹ. Ἔτι γὰρ ἐνδιατρίβοντος Θεσσαλονίκῃ, τῶν ἐν Βυζαντίῳ βασιλεῖ τῷ πρεσβυτέρῳ συνόντων συγκλητικῶν ἓξ συμφωνήσαντες ταῖς γνώμαις, πέμψαντες εἰς Θεσσαλονίκην, διειλέγοντο κρύφα τῷ βασιλεῖ, ὡς, εἰ βούλοιτο Βυζάντιον κατασχεῖν, αὐτῶν παραδιδόντων, ἦσαν γὰρ οὐκ ἀδύνατοι ποιεῖν, πρῶτον μὲν αὐτοῖς πιστώσασθαι δι' ὅρκου, τῆς τε ὑπηρεσίας ἐφ' ἣν νῦν τελεῖ τὸν μέγαν ἀποστῆσαι λογοθέτην τὸν Μετοχίτην καὶ διὰ βίου παντὸς δι' ὀργῆς ἔχειν καὶ συγγνώμην μηδέποτε παρασχεῖν· ἔπειτα δὲ καὶ ἕτερ' ἄττα ὅσα αὐτοὶ ᾐτοῦντο, ἐκπληροῦν. κἂν ταῦτα αὐτοῖς πιστώσηται δι' ὅρκων, μηδὲν ἀναβαλλόμενον ἥκειν, ὡς ἅμα τῷ ἐλθεῖν παραληψόμενον τὴν πόλιν. ἐφ' οἷς ἀπεκρίνατο ὁ βασιλεὺς, τοῦ μὲν μήτε αὐτὸν ἐν τῷ νυνὶ πολέμῳ αἰτίαν παρεσχῆσθαι, μήθ' ὑφ' ἑτέρων μάλιστα ἐθέλειν κινηθῆναι τὴν ἀρχὴν, καὶ κινηθέντος δὲ, πάντα τρόπον ἐπινενοηκέναι καὶ μηχανὴν, δι' ὧν 1.293 ᾤετο αὐτὸν δυνήσεσθαι καταλύειν, θεόν τε εἰδέναι, τὸν πάντα καὶ πρὶν γενέσθαι εἰδότα, καὶ αὐτὰ τὰ πράγματα μονονουχὶ φωνὴν ἀφιέντα μαρτυρίων, καὶ ὑμεῖς δ' αὐτοὶ συμμαρτυρήσετε ἂν ἐμοὶ, ἐὰν θέλητε λέγειν τἀληθῆ. ἐπεὶ δ' οὕτω τὰ ἡμέτερα πράγματα συνεσκευάσθη, ὥστε ἀνάγκην εἶναι, μηδ' ὅλως βασιλέως παραδεχομένου τὴν εἰρήνην, ἢ τὸν ἕτερον ἐκπεσεῖσθαι τῆς ἀρχῆς ἢ διαφθείρεσθαι τὸ ὑπήκοον διϊστάμενον πρὸς ἑκατέρους, βούλομαι ἀναγκαίως, ἢ ὑμῶν πραττόντων ἤ τινων ἑτέρων, ὑπ' ἐμαυτὸν ποιήσασθαι Βυζάντιον, ὡς, ἂν μὴ τοῦτο γένηται, τῶν ἐμφυλίων οὐ παυσομένων πολέμων. ἐπὶ τοιούτοις μέντοι οἷα αὐτοὶ αἰτεῖσθε, οὐ Βυζάντιον μόνον, ἀλλ' οὐδ' εἰ τόσαι πόλεις ἦσαν ὅσοι πύργοι Βυζαντίου, ἠθέλησα ἂν κατασχεῖν. τὸ μὲν γὰρ τὸν μέγαν λογοθέτην ἀποστῆσαι τῆς ὑπηρεσίας, ἐφ' ἣν νῦν τελεῖ, οὐ μόνον διὰ τὸ αἰτεῖν ὑμᾶς, ἀλλὰ καὶ ἄλλως πρὸς τὸ ἀπηλλάχθαι πραγμάτων, ἔπραξα ἂν, ὑπ' ἐμοὶ γενομένων τῶν πραγμάτων· τὸ μέντοι γε αὐτοῦ καταψηφίσασθαι διὰ βίου ἀπαραίτητον ὀργὴν, ἀδυνατώτατον τῶν πάντων. μὴ γὰρ οὕτω μανείην ὥστε διὰ τῆς εἰς ἐκεῖνον ἀπαραιτήτου ὀργῆς ἐμαυτῷ ἀποκλεῖσαι τὰ φιλάνθρωπα σπλάγχνα τῆς ἀγαθότητος τοῦ θεοῦ· ἐπειδὴ ᾧ μέτρῳ μετρήσομεν τοῖς συνδούλοις, ἀντιμετρήσειν ἀπεφήνατο ἡμῖν· καὶ ταῦτα οὐκ ἐξίσης τῶν ἡμῖν ἡμαρτημένων ὄντων, ἀλλ' ἀπειροπλασίῳ τινὶ ὑπεροχῇ τῶν ἐμοὶ πρὸς θεὸν ἡμαρτημένων διαφερόντων. τοιγαροῦν τὸ μὲν ὑπ' ἐμαυτῷ ποιήσασθαι Βυ 1.294 ζάντιον καὶ πάνυ βούλομαι τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα. τούτου δὲ τοῦ αἰτήματος ἀπόντος, καὶ εἴγε καὶ ὑμῖν συνδοκεῖ, τότ' ἤδη καὶ περὶ τῶν ἐπιλοίπων ὑμῶν ἀκούσομαι αἰτημάτων.» Τούτων μὲν οὖν ὁ μέγας τότε δομέστικος ἀνεμίμνησκε βασιλέα, καὶ ἕτερ' ἄττα πρὸς αὐτὸν διαλεχθεὶς, προσῆγε τοὺς ἄνδρας. οἱ δὲ καὶ πρὸς βασιλέα διειλέχθησαν τὰ ἴσα καὶ ἦ μὴν διϊσχυρίζοντο αὐτοὶ δυνήσεσθαι τὴν πόλιν παραδώσειν. ἐπαινέσας δὲ αὐτοὺς ὁ βασιλεὺς καὶ εἴ τι ἐπυνθάνετο αἰτοῖεν· οἱ δ' ἐπείθοντο αἰτεῖν οὐδὲν, πολλὰ δὲ πολλάκις παρὰ βασιλέως ἐκβιασθέντες, ᾐτήσαντο γῆς εἴκοσι πλέθρα. γελάσας δὲ πρὸς τὴν αἴτησιν ὁ βασιλεὺς, «ἀλλ' ἐγὼ» εἶπε «θεοῦ διδόντος, ἀξίαν ὑμῖν ἀποδώσω τῆς εὐγνωμοσύνης τὴν εὐεργεσίαν.» ἔτι δὲ αὐτῶν περὶ τῶν τοιούτων διαλεγομένων, ἐκ Σκοπέλου παρὰ τοῦ ἄρχοντος ἄγγελος ἧκε μηνύων, ὡς ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Ῥωμαίων ἡγεμονίας ἐλθὼν, παρὰ πόλιν αὐτῷ ὑπήκοον ∆ιάμπολιν προσαγορευομένην ἐστρατοπέδευσε, καὶ συμμαχίαν ἐπαγόμενος ἐκ Σκυθῶν, οἳ παρὰ Ῥωσοκάστρῳ εἰσὶν ἐστρατοπεδευμένοι. ὧν ἀκούσας ὁ βασιλεὺς, ἐβουλεύετο ἅμα τῷ μεγάλῳ δομεστίκῳ ὅ, τι δέοι ποιεῖν, καὶ ἐδόκει χρῆναι ἐλθεῖν παρὰ τὴν Λόγους οὖσαν ὀρεινήν· ἅμα μὲν καὶ διὰ τὸ ἐγγὺς εἶναι Βυζαντίου, ὅπως τὰ πρὸς τὴν παράληψιν πράττηται αὐτοῖς, ἅμα δὲ καὶ διὰ τὸ μὴ κύκλωσιν παρέχειν τὸ χωρίον δυσπρόσοδον ὂν, ὥστε ἔχειν, ἄν 1.295 τις ἐπίῃ, ἀμύνεσθαί τε, ἂν ἐξῇ, καὶ ἡσυχίαν ἄγειν πρὸς τὰ καρτερώτατα ἀποχωρήσαντας. οἱ μὲν οὖν οὕτω βουλευσάμενοι, τὸν