104
Καμβύση, πρεσβύτερος ων τὴν βασιλείαν εχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ω Ταναοξάρη, ειναι σατράπῃ δίδωμι Μήδων τε καὶ ̓Αρμενίων καὶ Καδουσίων." ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ παραινέσας πολλά, καὶ προσειπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ ουτως ἐξέλιπεν. ἐπεὶ δ' ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ εθνη ἀφίσταντο, πάντα δ' ἐπὶ τὸ χεῖρον ἐτράπετο. Ταῦτα μὲν ουν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ' ̔Αλικαρνασσεὺς ̔Ηρόδοτος αλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, α μακρὸν αν ειη διηγεῖσθαι. ἐμοὶ δ' ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλ' αὐτὸς μὲν τὰ πιθανώτερα εγραψα, οτῳ δ' εἰδέναι βούλημα καὶ απερ ̔Ηρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ῳ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ. Κῦρος μὲν ουν ουτω τὴν τῶν ̓Ασσυρίων ἀρχὴν 1.262 καταλέλυκε. τῷ δὲ πρώτῳ ετει τῆς βασιλείας αὐτοῦ, ἑβδομηκοστῷ οντι ἐξ οτου ̔Εβραῖοι εἰς Βαβυλῶνα ἐξ ̔Ιερουσαλὴμ μετηνέχθησαν, ἐπέτρεψε τοῖς ἐν Βαβυλῶνι ουσιν ̓Ιουδαίοις ἀπελθεῖν εἰς ̔Ιεροσόλυμα καὶ ἀνοικοδομῆσαι τήν τε πόλιν καὶ τὸν ναόν, ὡς ὁ προφήτης ̔Ιερεμίας προανεφώνησε, καὶ πρὸ ἐκείνου ὁ ̓Ησαΐας προείρηκεν. ὁ μὲν γὰρ ην οτε ἡ πόλις ηλω καὶ ὁ ναὸς κατεσκάφη, ὁ δ' ̓Ησαΐας ετεσιν ἑκατὸν καὶ τεσσαράκοντα πρότερον ην η τὴν πόλιν ἁλῶναι καὶ κατασκαφῆναι τὸ ἱερόν. οὐ μόνον δ' ἐφῆκε τοῖς αἰχμαλώτοις τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἐξανάστασιν, ἀλλὰ καὶ τὰ σκεύη τὰ τοῦ ναοῦ, α Ναβουχοδονόσορ εἰς Βαβυλῶνα ἐκόμισε, συνέπεμψε, παραδοὺς ταῦτα φέρειν Μιθριδάτῃ τῷ αὐτοῦ γαζοφύλακι καὶ τῷ Ζοροβάβελ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ σατράπαις συναίρεσθαι αὐτοῖς ἐπὶ τῇ τῶν εργων οἰκοδομῇ καὶ τὴν δαπάνην αὐτοὺς χορηγεῖν πᾶσαν ἐκ τῶν βασιλικῶν χρημάτων. ταῦτα τοῦ Κύρου θεσπίσαντος ἐξώρμησαν οἱ τῶν δύο φυλῶν αρχοντες τῆς τε τοῦ ̓Ιούδα καὶ τῆς Βενιαμίτιδος, οι τε Λευῖται καὶ οἱ ἱερεῖς· πολλοὶ δὲ ἐν τῇ Βαβυλῶνι κατέμειναν, τὰς κτήσεις καταλιπεῖν οὐχ αἱρούμενοι. παραγενομένοις δὲ εἰς ̔Ιεροσόλυμα οἱ τοῦ Κύρου πάντες συνήργουν αὐτοῖς εἰς τὰς οἰκοδομὰς καὶ συνέπραττον. ησαν δ' οἱ ἐπανελθόντες μυριάδες τέσσαρες δισχίλιοί τε καὶ ἑξακόσιοι. Ηδη δὲ περὶ τὴν οἰκοδομὴν τῆς πόλεως σπευδόντων καὶ τοῦ ναοῦ, τὰ πέριξ εθνη, καὶ μάλιστα τὸ Χουθαίων, ους Σαλμανασὰρ μετῴκισεν εἰς Σαμάρειαν, οτε τοὺς ̓Ισραηλίτας ἐξῃχμαλώτισε, φθονοῦντες τοὺς σατράπας ἐδεξιώσαντο πρότερον μὴ ἐπαρήγειν τοῖς ̓Ιουδαίοις εἰς τὴν οἰκοδομήν. ειτα τοῦ Κύρου 1.263 τὴν ζωὴν καταλύσαντος, Καμβύσου δὲ τοῦ παιδὸς ἐκείνου τὴν ἀρχὴν διαδεξαμένου, γράφουσι τῷ Καμβύσῃ διαβάλλοντες τοὺς ̔Εβραίους ὡς εθνος ἀποστατικόν τε καὶ ἀνυπότακτον, καί "εἰ τὴν πόλιν καὶ τὸν ναὸν ἐκτελέσουσι" λέγοντες "ουτε φόρους δώσουσιν ουθ' ὑπακούσονται." ταῦτα καὶ πλείω τοιαῦτα γράψαντες επεισαν αὐτὸν κωλῦσαι τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἀνοικοδόμησιν· καὶ ἐπεσχέθη τὰ εργα μέχρι τοῦ δευτέρου ετους τῆς βασιλείας ∆αρείου τοῦ ̔Υστάσπου ἐπ' ετη ἐννέα. Καμβύσης γὰρ ἑπτὰ βασιλεύσας ετη, καὶ καταστρεψάμενος ἐν τούτοις τὴν Αιγυπτον, ὑποστρέψας ἐν ∆αμασκῷ ἐτελεύτησε, τῶν μάγων τῆς βασιλείας ἐγκρατῶν γενομένων. καλὸν δὲ καὶ τὰ περὶ τούτων ἐν ἐπιτομῇ διηγήσασθαι. Τῷ Καμβύσῃ ην ἀδελφός, κατὰ μὲν τὸν Ξενοφῶντα Ταναοξάρης, κατὰ δὲ τὸν ̔Ηρόδοτον Σμέρδης ὀνομαζόμενος. εδοξεν ουν ἐν Αἰγύπτῳ τῷ Καμβύσῃ τυγχάνοντι καθ' υπνους τις ἐπιστὰς λέγειν ὡς ἐς τὸν βασιλικὸν καθίσας θρόνον ὁ Σμέρδης τῇ κεφαλῇ τοῦ πόλου προσψαύσειε. δείσας ουν περὶ τῇ βασιλείᾳ, τὸν Πρηξάσπην αὐτίκα πέμπει ἐς Σοῦσα, κτενοῦντα λάθρᾳ τὸν ἀδελφόν. καὶ ὁ μὲν ουτω διέφθαρτο, ὁ δὲ Καμβύσης τὸ χρεὼν οὐκ ἐξέφυγε. δύο γὰρ ησαν ἀδελφοὶ Μῆδοι, μάγοι κεκλημένοι, ων τῷ μὲν Κατιζίθης, τῷ δὲ Σμέρδης ην τὰ ὀνόματα. ὁ δὲ Σμέρδης οὐ τοῦ ὀνόματος ἐκοινώνει μόνον Σμέρδῃ τῷ τοῦ Κύρου