104
Γενησαρέτ. ονομα τόπου. gamma.429 Γενειάσ. αἱ τρίχες. ἐκ δὲ δασκίου γενειάδος κρουνοὶ διεῤῥαίνοντο κρηναίου ποτοῦ. Γένυσ. ἡ σιαγών. οἱονεὶ κένυς τίς ἐστιν, οτι κενόν ἐστι τὸ κατ' αὐτὴν μέρος ὀστέων. εστι δὲ γένυς καὶ ειδος πελέκεως. Γέρανοσ. τὸ ζῶον. ἀπὸ τοῦ τῆς γῆς ἐρευνᾷν σπέρματος. οἱονεὶ γήρευνος τὶς ουσα. Γερδία. ὑφάντης. παρὰ τὸ ἐπὶ τῆς γῆς εδειν, ο ἐστι καθέζεσθαι. Γεράνεια. ορος γεράνων. Γέῤῥα. πόλις Χαλδαίας. ὁ πολίτης Γεῤῥαῖος. Γεργύρα. ὁ ὑπόνομος, δι' ου τὰ υδατα φέρεται. γεώρυγα τινὰ, τὰ ὑπὸ γῆν ὀρύγματα, καὶ κατὰ μετάθεσιν καὶ διπλασιασμὸν γεργύρα. Γερμανίκεια. πόλις Εὐφρατησίας. ὁ πολίτης Γερμανικεύς. Γερηνία. πόλις Μεσηνίας. Γέρμα. πόλις ̔Ελλησποντία πλησίον Κυζίκου. Γεργέριμοσ. ἡ ἐν τῷ δένδρῳ πεπανθεῖσα ἐλαία. Γεραιστιάδεσ. ουτω Νύμφαι καλούμεναι ἐν Γορτύνῃ τῆς Κρήτης. Γέρασα. πόλις τῆς Κοίλης Συρίας. ὁ πολίτης Γερασηνὸς, ὡς Μήδαβα, Μηδαβηνός. Γεισίποδεσ. αἱ ἐγκείμεναι δοκίδες, ἐφ' αις τὰ γεῖσα, παρὰ τὸ ειναι βάσεις τῶν θεμελίων. Γεῦσισ. κυρίως ἡ ἐπὶ τῶν ὑγρῶν προσφορὰ, δεῦσις τὶς ουσα, παρὰ τὸν δεύσω μέλλοντα. ὡς γνώσω γνῶσις, ουτω δεύσω δεῦσις καὶ γεῦσις. gamma.430 Γέφυρα. ἡ κατὰ τόπον οἰκοδομὴ, δι' ης οἱ ὁδοιπόροι πορεύονται. ειρηται ἡ ἐφ' ὑγροῦ γῆ, οἱονεὶ γεφυγρὰ τὶς ουσα. η γῆ φυρά τις, ἡ φυραθεῖσα καὶ ὑφ' ὑγροῦ κειμένη. η παρὰ τὸ ἀπὸ γῆς εἰς γῆν μεταφέρειν. Γεφυρίσ. ξένη καὶ ἐπείσακτος. οἱ γὰρ γεφυραῖοι ξένοι καὶ ἐπήλυδες οντες, ̓Αθήνῃσιν ῳκησαν. ουτως ̔Ηρόδοτος. Γεωγραφία. περιήγησις. Γέβαλα. πόλις Παλαιστίνης. Γεβαληνός. ̓Ιώσηπος. Γέννησισ. προσθήκη ὑποστάσεως ἐναριθμίου. (Οὐδέτερον.) Γεηρόν. τὸ γήϊνον. Γελγέλ. ὁ τροχὸς ὀνομάζεται, η ἀνακυκλησμὸς καὶ ἀνάκαμψις. τινὲς δὲ γὲλ γὲλ λέγουσι. Γελοῖον. καταγέλαστον. Γέντα. τὰ μέλη. Γενέθλια, οὐ γενέσια λέγονται τὴν ἡμέραν τῆς γενέσεως. Πλάτων· βασιλέως ην γενέθλια. οἱ δὲ ̓Αθηναῖοι γενέσια. Γένειον. παρὰ τὸ γένος γένειον, ὡς δάνος δάνειον· ἀπ' αὐτοῦ γὰρ τὰ γένη διαστέλλονται. Γεννητόν. τὸ ἐκ τινὸς ὡς ἐκ πατρὸς γεννηθέν. γεννητὸν, τὸ ἐκ τινὸς ὡς δημιουργοῦ γεννηθὲν, η πᾶν τὸ ἐκ μὴ οντος εἰς υπαρξιν γινόμενον. Γενικόν. τὸ ἐν αὐτῷ τὸ γένος περιέχον. Γένοσ. τὸ καθ' ἑαυτὸ θεωρούμενον πρᾶγμα. η γένος ἐστὶ τὸ κατὰ πλειόνων διαφερόντων τῷ gamma.431 ειδει ἐν τῷ τί ἐστι κατηγορούμενον. σημαίνει δὲ τὴν πατρίδα, ὡς οταν λέγωμεν τὸν Πέτρον Γαλιλαῖον τὸ γένος. σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς τινῶν γενέσεως, ὡς οταν λέγωμεν τοὺς ἐξ ̓Ισραὴλ, ̓Ισραηλίτας τὸ γένος. γένος ἐστὶ καὶ πτωτικῆς λέξεως χαρακτὴρ, σημαίνων τὸ ἐν φωνῇ αρσεν η θῆλυ η οὐδέτερον, αδηλόν τι διακρίνον. γένος δὲ ειρηται παρὰ τὸ γείνω τὸ γεννῶ. Γειοτόμον. τὸ αροτρον. Γεράνδρυον. παλαιὸν φυτὸν καὶ γεγηρακὸς, η τὸ ἐν τῇ ῥίζῃ συμφυὲς καὶ ἐξηραμένον. ειρηται παρὰ τὴν δρῦν· δοκεῖ γὰρ πρῶτον φυτὸν γενέσθαι δρῦς. οθεν δρυμοὺς ἐκάλουν τοὺς δασεῖς τόπους, ἐφ' οιων δήποτε οντας φυτῶν· καὶ δρυφάκτους, ἀπὸ ξύλων περιωρισμένους. Γέρα. τιμαὶ, ἀμοιβαὶ, ἀνταποδόσεις. Γέῤῥα. τὰ κοντάρια. Θεοδώρου τοῦ Προδρόμου· πάλιν ἐπὶ τῶν γέῤῥων τακῶ. κυρίως δὲ γέῤῥα Περσικὰ οπλα, καταχρηστικῶς δὲ καὶ απαν σκέπασμα. Γεῤῥάδια. στρωτηρίδια. Γεῖσα. τὰ θεμέλια, καὶ πᾶν τὸ ἐξέχον μέρος, καὶ τὰ πρὸ τῶν θυρῶν στεγάσματα. παρὰ τὸ γέα γέϊσον καὶ γεῖσον· καὶ γεισίποδες, αἱ ἐγκείμεναι δοκίδες, ἐφ' αις τὰ γεῖσα. παρὰ τὸ ειναι βάσεις τῶν θεμελίων. τινὲς δὲ διὰ δύο ˉςˉσ γράφουσι τὸ γεῖσσα. Γεωμόριον. τὸ γεώργιον. καὶ γειομόριον. Γένοσ. ἐκ τοῦ γένω τὸ τίκτω. ὡς σθένω, σθένος, νείφω, νέφος. gamma.432 Γέῤῥα. λέγονται καὶ αἱ σκηναὶ, ἐν αις τὰ ωνια ἐπιπράσκετο. δέῤῥα ἐστὶ τροπῇ τοῦ ˉδ εἰς ˉγ. ( ̔Ρῆμα.) Γέγγει. βρέχει. Γεγάασι. γεγένηται. ἀπὸ τοῦ γείνω, γέγονα, γεγόνασι, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ˉα γεγάασι. καὶ γεγαυῖα. εστι δὲ μετοχή. τὸ ῥῆμα γῶ, ἐξ ου καὶ τὸ γείνω· ὁ παρακείμενος γέγηκα. καὶ οἱ Ιωνες ἐπὶ τοῦ παρακειμένου ἡνίκα υφεσιν ποιήσουσι τοῦ συμφώνου, τότε καὶ συστολὴ τοῦ φωνήεντος ἐπακολουθεῖ. οιον βεβήκασι, βεβάασιν. ουτως ουν καὶ γέγηκα, γέγαα, ἡ μετοχὴ γεγαὼς, γεγαότος. αἱ