104
ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει. Πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ' ἀδυνάτως ἔχεις; Προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλ' αἰσχρὸν τὸ αἰτεῖν; Αἰσχρότερον μὲν τὸν δανεισάμενον ἀποστερεῖν. Ὁ μύρμηξ δύναται μήτε προσαιτῶν, μήτε δανειζόμενος διατρέφεσθαι· καὶ μέλισσα τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζεται· οἷς οὔτε χεῖρα, οὔτε τέχνας ἡ φύσις ἔδωκε· σὺ δὲ τὸ εὐμήχανον ζῶον, ὁ ἄνθρωπος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Ὦ πόσους ἀπώλεσε τὰ ἀλλότρια ἀγαθά! Πόσοι ὄναρ πλουτήσαντες ὑπεραπέλαυσαν τῆς ζημίας! Ἀλλὰ πολλοὶ, φησὶν, καὶ ἐκ δανεισμάτων ἐπλούτησαν. Πλείους, δὲ οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς μὲν πλουτήσαντας βλέπεις, τοὺς δὲ ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαιτήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι' ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν. Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὸ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισίν; Μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ. 95.1373 Ὄφλημα πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλείπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐγγόνους.
ΤΙΤΛ. Ιʹ. -Περὶ δεσποτῶν καὶ οἰκοδεσποτῶν· καὶ ὅτι οὐ χρὴ αὐτοὺς φορτικοὺς
εἶναι, ἀλλ' ἠπίους τοῖς συνοῦσι. «Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους.» «Μὴ ἴσθι
ὡς λέων ἐν τῷ οἴκῳ σου, καὶ φαντασιοσκοπῶν ἐν τοῖς οἰκέταις σου.» «Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σύ· ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. Ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας ἀποδράσῃ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;» «Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι Κύριος καὶ αὐτῶν καὶ ὑμῶν ἐστιν ἐν οὐρανῷ.» «Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς Κύριον ἔχετε ἐν οὐρανῷ.» Ἐνδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον. ∆ὸς αὐτῷ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἀληθινὴν ἐλευθερίαν παρασκευάσεις. Τίς δεσπότης, ἢ δοῦλος; ἡ φαύλη τομή. Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετουμένους ὡς σύνδουλος βλέπε. Ὅταν λυθῇς, φάνηθι τιμιώτερος. Οἱ λεγόμενοι δεσπόται, δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν ὀνομάζονται. Κύριος γεννητὸς πρὸς ἀλήθειαν οὐδεὶς, κἂν ἀπὸ περάτων εἰς πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται. Μόνος δὲ ὁ ἀγέννητος ἀψευδῶς ἡγεμών. Κἂν, ὡς λέγεις αὐτὸς, οὐδένα θλίβεις, οὐ τύπτεις, οὐκ ἐκπιέζεις, οὐκ ἀδικεῖς, ἀλλ' ὑπὲρ τῶν συνδιατριβόντων σοι ὑποίσεις φοβερὸν λογοθέσιον. Μή τις σφοδρῷ λιμῷ κάταγχε τοὺς σεαυτοῦ δούλους, ἄνθρωπε, ἀλλ' ὅσον εἰς ἀλλοτρίους εὐψυχεῖς, καὶ χαρίζῃ τοῖς ἔξωθεν αἰτιοῦσι διὰ κενοδοξίαν, τοσοῦτον διὰ Θεὸν χορήγησον τοῖς ἰδίοις οἰκέταις, ἵνα μηδὲν περαιτέρω σημάνω.
ΤΙΤΛ. ΙΑʹ. -Περὶ διδασκάλων.
«Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.» «Τάδε λέγει Κύριος, Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ, καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ οὐκ ἀποστρέψεις πρὸς αὐτούς.» «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ.» 95.1376 «∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε.» Ἀξιοπιστία τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρους δὲ τοὺς μαθητευομένους παρασκευάζει. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις καὶ τοῦ τρέφοντος. Τότε μάλιστα οἱ μαθηταὶ εἰς τὸν τῶν ἀγαθῶν ἀνάγονται ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. ∆ιδάσκων τις μανθάνει πλέον, καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ὑπακούουσιν αὐτοῦ. Παιδείας σύμβολον ἡ