ὑποκειμένῳ δὲ οὐκ ἔστιν οὐδενί, οἷον ὁ ἄνθρωπος· κατὰ μὲν τοῦ τινὸς καθυπόκειται ἤγουν κατηγορεῖται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, ὅπερ ἐν ὑποκειμένῳ ὡς συμβεβηκὸς διαλαμβάνει, καθὼς τοῖς ἔμπροσθεν ἐπιγνωσόμεθα. τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ' ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι, τῇ ψυχῇ δηλονότι, καὶ τουτὶ τὸ λευκὸν ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι. τὰ δὲ καθ' ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μὲν λέγεται τῇ ψυχῇ, καθ' ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς. τὰ δὲ οὔτε καθ' ὑποκειμένου λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος· εἰ γάρ τις ἀμφισβητήσειεν ὅτι τῷ καθόλου ἀνθρώπῳ ὑπόκειται, πῶς Ἀριστοτέλης ἔφησεν ὅτι οὐκ ἔστιν ὁ τὶς ἄνθρωπος ἐν ὑποκειμένῳ, ἀκούσεται ὅτι τὸ ἐν ὑποκειμένῳ ὁ Ἀριστοτέλης συμβεβηκὸς ὁρίζεται, ὁ δὲ τὶς ἄνθρπος οὐχ ὡς συμβεβηκὸς ὑπόκειται τῷ καθόλου, ἤγουν πρὸς ὕπαρξιν τῷ καθόλου ὑπόκειται ὡς τὸ σῶμα τῷ συμβεβηκότι, ἀλλ' ὡς πρώτη οὐσία ὑπόκειται τῷ καθόλου πρὸς κατηγορίαν. ὅπως δὲ ὁρίζεται τὸ ἐν ὑποκειμένῳ συμβεβηκὸς πρόσεχε· εἶπεν «ὃ ἔν τινι», τὸ λευκὸν ἔν τινί ἐστι τῷ σώματι· εἴρηκε «μὴ ὡς μέρος ὄν», τὸ λευκὸν μέρος τοῦ σώματος οὐκ ἔστιν· ἔφησεν «ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι», τὸ λευκὸν ἤτοι ἡ λευκότης ἀδύνατον χωρὶς σώματος ὑποστῆναι. τοῦτο δὲ εἴρηκε διαιρῶν ταῦτα ἀπὸ τῶν ἁπλῶν οὐσῶν φωνῶν, συμπλοκὰς δὲ κατὰ τὸ σημαινόμενον δηλουσῶν, ὡς τὸ «πάσχω»-δηλοῖ γὰρ καὶ τὸ πρόσωπον καὶ τὴν ἐνέργειαν-, καὶ ἀπὸ τῶν κατὰ μὲν τὴν φωνὴν συμπεπλεγμένων, κατὰ δὲ τὸ σημαινόμενον ὄντων ἁπλῶν, ὡς ἔχει ὁ τοῦ ἀνθρώπου ὁρισμός- ἕνα γὰρ δηλοῖ τὸν ἄνθρωπον-, καὶ ἀπὸ τῶν κατά τε τὴν φωνὴν καὶ τὸ σημαινόμενον συμπεπλεγμένων. τῶν οὖν κατ' οὐδεμίαν συμπλοκὴν ἐκ τούτων λεγομένων ἕκαστον. ἁπλῶς δὲ τὰ ἄτομα καὶ δυσδιαίρετά τε καὶ δύστμητα καὶ τὸ πρῶτον εἶδος μὴ σῴζοντα ὡς τὸ εἰδικώτατον εἶδος τὸ μὴ εἰς εἴδη τεμνόμενον, εἴτε οὐσίαι εἰσὶν εἴτε συμβεβηκότα, κατ' οὐδενὸς ὑποκειμένου λέγονται. Ὅταν ἕτερον καθ' ἑτέρου κατηγορῆται ὡς καθ' ὑποκειμένου, ἤγουν οὐσιωδῶς καὶ πραγματικῶς καὶ μὴ κατὰ τὸ συμβεβηκός, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, οἷον ζῷον, ἄνθρωπος, τὶς ἄνθρωπος· τὸ γὰρ ζῷον λέγεται καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου. εἰ δέ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκέτι καὶ κατὰ τοῦ ὑποκειμένου λέγεται· οἷον τοῦ Ἰωάννου πραγματικῶς κατηγορεῖται καὶ ὡς καθ' ὑποκειμένου ὁ ἄνθρωπος, τοῦ δὲ ἀνθρώπου οὐσιωδῶς μὲν τὸ ζῷον, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τὸ μὲν ζῷον καὶ κατὰ τοῦ Ἰωάννου κατηγορηθήσεται, οὐκέτι δὲ τὸ τρισύλλαβον. ἵνα οὖν τὰ οὐσιωδῶς καὶ ὡς πραγμάτων κατηγορούμενα σημάνῃ, εἶπε τὸ «ὡς καθ' ὑποκειμένου» ἀντὶ τοῦ ὡς πράγματος ὑφεστῶτος· τὸ γὰρ δισύλλαβον ἢ τρισύλλαβον οὐχ ὡς καθ' ὑποκειμένου κατηγοροῦνται, ἀλλ' ὡς φωνῶν καὶ ποσῶν συλλαβῶν. Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ' ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης. ἐπειδὴ γὰρ καὶ γένη εἰσὶ γενικώτατα καὶ ὑπ' ἄλληλα, τῶν δὲ ὑπαλλήλων γενῶν σειρά τις ἐκδίδοται, δέον διακρῖναι τά τε πάντῃ ἑτερογενῆ καὶ τὰ ὑπάλληλα γένη, ὡς ἂν ἐφεύρωμεν καὶ τὰς τούτων διαφοράς· τῶν γὰρ ἑτερογενῶν καὶ μὴ ὑπ' ἄλληλα τεταγμένων, οἷον ζῴου καὶ ἐπιστήμης, ἕτεραι καὶ αἱ διαφοραί. καὶ τὰ ἕτερα δὲ γένη πολλαχῶς λέγεται· ἢ τὰ πάντῃ διεστηκότα ὡς οὐσία καὶ τὸ ποιόν, ἢ τὰ ἐκ τῆς αὐτῆς μὲν διαιρέσεως προελθόντα, ἀντιδιῃρημένα δὲ ὄντα ἀλλήλοις, ὡς ἡ οὐσία εἰς ἔμψυχον καὶ ἄψυχον-ἔχουσι γὰρ ταῦτα κοινὸν γένος τὴν οὐσίαν-, ἢ τὰ ὑπ' ἄλληλα γένη ὡς τὸ ζῷον καὶ τὸ λογικόν. τῶν οὖν ἑτερογενῶν ἤγουν τῶν ὑπὸ διαφόρους κατηγορίας