1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

104

ἁπλῶς εἰπεῖν τῶν ἀνθρώπων ὅλος ὁ βίος πειρατήριόν ἐστιν, ὡς αὐτὸς ἡμᾶς ὁ μέγας Ἰὼβ ἐπαίδευσε διὰ πάντων τῶν ἀγωνισμάτων ἐγγεγυμνασμένος, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, ὥς που ὁ ἱερὸς ἀπόστολος ἔφη. καὶ πλούσιος μὲν ὢν κοινὸς ὑπῆρχε τῶν δεομένων θησαυρός, ἔνδοξος δὲ καὶ δύναμιν περιβεβλημένος τῶν ἀδυνάτων ἐπίκουρος. οὐχ ὁ πλοῦτος αὐτὸν εἰς ἐξιτηλίαν ἐκίνησεν, οὐχ ἡ περιφάνεια τὴν ἀλαζονείαν ἔτεκεν. οὕτως ἀνδρείως τὰ πρῶτα πηδήσας σκάμματα ἐπὶ τοὺς δευτέρους καὶ χαλεπωτέρους ἀγῶνας ἐπαπεδύσατο συγχωρήσει θεοῦ πρὸς ὅλην ἀθρόως τοῦ διαβόλου τὴν κακουργίαν γενικῶς ἀντιταξάμενος· καὶ βασιλεύσας ἐν μονοζώνοις ὁ πολύπαις καὶ ἔνδοξος καὶ τῷ πλούτῳ πανταχόθεν περιρρεόμενος ἐπὶ τῆς κοπρίας παρέρριπτο, πένης, ἄδοξος, εὐτελής, καταγελώμενος, εἱλκωμένος, ἰχῶρας ῥέων, πάντας νικήσας τῇ ταλαιπωρίᾳ τοὺς πρότερον γεγενημένους καὶ ὅσους 330 ὕστερον εἶδεν ὁ βίος ἐν συμφοραῖς ἐξεταζομένους. προσθήκη δὲ αὐτῷ γέγονε τῶν κακῶν καὶ ἡ τῶν φίλων διάλεξις ἀντὶ λόγων παρακλητικῶν ἀθυμίας αὐτῷ καὶ ὀδύνης ἐπίτασιν ἀπεργασαμένη. ἐπειδὴ δὲ ὁ μέγας ἀθλητὴς ἅπαντα νομίμως διεξῆλθε τὰ παλαίσματα, καὶ τὴν περὶ τοῦ στεφάνου δίκην ἐνθέσμως ἀνεδήσατο. τότε δὴ τότε τῆς θείας ἀκροᾶται φωνῆς ἀναγορευούσης μὲν αὐτοῦ τοὺς καλοὺς ἀγῶναςἐπὶ τούτῳ γάρ, φησίν, συνεχώρουν σε τῷ θηρίῳ πυκτεύειν, ἵνα ἀναφανῇς δίκαιος, ἀνδριάντα δὲ αὐτὸν ὑπομονῆς καὶ παρακλήσεως τῷ παντὶ τῶν ἀνθρώπων ἀνιστώσης γένει. εἴτε γάρ τις ἐκ πλουσίου γεγένηται πένης, τὸν Ἰὼβ ἔχει παράκλησιν, εἴτε καὶ ἀφανὴς ἐκ περιφανείας, πρὸς αὐτὸν βλέπων ἐπικουφίζεται τὰ λυπηρά, εἰ δὲ καὶ ἄπαις ἐκ καλλίπαιδος ὁμοῦ καὶ πολύπαιδος, διδάσκεται λέγειν· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. εἰ δὲ καὶ εἱλκωμένος εἴη καὶ ὑπ' ἀνοίας γυναικὸς εἰς ἀτόπους ἐρεθίζοιτο λόγους, ἐπιτιμήσει μὲν τῇ ταῦτα συμβουλευούσῃ, καρτερικῶς δὲ ὁμοῦ καὶ ἀνεξικάκως ἐρεῖ· ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. ἔστιν οὖν παρακλήσεως φάρμακον πρὸς παντοδαπὴν ἀθυμίαν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις· καὶ οὐ ξενίζεταί τις ἀνηκέστῳ περιπίπτων συμφορᾷ, οὐδ' ἂν οἱ ἄκρως αὐτῷ πρὸς φιλίαν συνηρμοσμένοι ἐπεμβαίνωσι κειμένῳ καὶ ὀνειδίζωσιν. ἐνθυμούμενοι καὶ ἡμεῖς τοιγαροῦν, ὡς οἱ καλῶς ἀγωνιζόμενοι ἐσθότε καὶ θείας ἀξιοῦνται προσρήσεως, μὴ διὰ τὸν κόρον πλουτοῦντες ὑβρίσωμεν, μὴ καταπέσωμεν ἐν συμφοραῖς, ἀλλὰ πάντα ἡμῖν τὰ συμβαίνοντα, ὁποῖα ποτὲ ἃν ὦσιν, ὕλην ἀρετῆς ἐκ 331 δεξώμεθα. ἀλλ' ἤδη λοιπὸν τῆς θείας ἀκροάσεως ἐπακούσωμεν διὰ βραχέων ἐπισκεψάμενοι κατὰ τὴν ἐκ τῆς θείας δωρεᾶς ἐπιμετρουμένην ἡμῖν δύναμιν, δι' ἣν αἰτίαν τοιούτοις θεὸς πρὸς τὸν Ἰὼβ κέχρηται ῥήμασιν. τῶν φίλων τοιγαροῦν ἄριστα μὲν τὰ περὶ θεοῦ δοξαζόντων καὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως καὶ μεγαλοπρεπείας, ἀποφαινομένων δέ, ὡς πάντως δι' ἁμαρτίας πάσχουσιν ἄνθρωποι, καὶ ἀγνοούντων τὸν τρόπον τῆς γυμναστικῆς τῶν πειρασμῶν ἐπαγωγῆς, οὐκ ἐν καιρῷ δὲ οὐδὲ ἐπὶ τοιούτου προσώπου τοῖς λόγοις χρωμένων ὁ μακάριος Ἰὼβ ἄριστα μὲν καὶ αὐτὸς καὶ τελεώτατα περὶ θεοῦ σοφίας καὶ δυνάμεως μεγαλοπρεπῶς ἐξαγγέλλει, ἀληθινὸς δὲ ὢν καὶ ἄκακος καὶ οὐδὲν ἑαυτῷ συνειδὼς τῶν τοσούτων πληγῶν ἄξιον οὐ συνετίθετο τοῖς φίλοις λέγουσιν, ὅτι δῆτα δι' ἁμαρτίας κολάζεται. πλὴν ἀλλὰ καὶ αὐτὸς ἠγνόει τοῦ καθ' ἑαυτὸν ἀγῶνος τὴν ὑπόθεσιν· ὅθεν ὁ Ἐλιοὺς εἰς μέσον παρελθὼν οὐ καταδικάζει μὲν τὸν δίκαιον, οὐδὲ ἀποφαίνεται δι' ἁμαρτίας αὐτῷ τὰς κακώσεις ἐπενηνέχθαικατὰ τοῦτο μὲν τῶν φίλων καλλίων γενόμενος, οὐ νοήσας δὲ τοῦ Ἰὼβ τὴν ἔννοιαν, ἐξ' ἧς τοὺς δοκοῦντας εἶναι κατηγορικοὺς {κατὰ θεοῦ} προέφερε λόγους, καταμέμφεται τὸν Ἰὼβ ὡς ἀσύνετα ῥήματα λαλοῦντα· καλῶς δὲ καὶ ὁ Ἐλιοὺς καὶ θαυμασίως τὰ περὶ θεοῦ σοφίας καὶ δυνάμεως ἀπήγγειλεν. πάντων οὖν ὁμοίως καλῶς καὶ ὀρθοδοξαστικῶς τὴν θείαν πρόνοιαν καὶ δύναμιν ἀποθαυμαζόντων, ἀγνοούντων δὲ τὴν κατὰ τὸν Ἰὼβ ὑπό 332 θεσιν καὶ ὅτι