104
ἰκτίνων εἰσάγεσθαι σώματα, τοὺς δέ γε τὴν πολι τικὴν ἀσκήσαντας ἀρετὴν τρισολβίων ἀπολαύειν ἄθλων, σφῆκας γινομένους καὶ μελίττας καὶ μύρμηκας· τοιαῦτα γὰρ τοῖς ἀρετῆς ἐπιμελουμένοις ὁ φιλόσοφος ἀπένειμε γέρα. 11.38 Καὶ ταῦτα δὲ ἄντικρυς ἐναντία· ἐν μὲν γὰρ τοῖς πρόσθεν εἰρημένοις εἰς μακάρων αὐτοὺς ἀπέπεμψε νήσους, τὰς δὲ τῶν φιλοσόφων οἰκήσεις οὐδὲ λόγῳ ῥητὰς ἔφησεν εἶναι· ἐνταῦθα δὲ σφηκῶν αὐτοῖς καὶ μελιττῶν καὶ μυρμήκων ἀπεκλήρωσε βίον, καὶ τοὺς ἐν τῷ προτέρῳ βίῳ μηδὲν ἠδικηκότας ἆθλον ἔφη λαμ 11.39 βάνειν τὸ ἀδικεῖν καὶ λωβᾶσθαι τοῖς ἄλλοις. Καὶ γὰρ καὶ σφῆκες καὶ μέλιτται πλήττειν τῷ κέντρῳ πεφύκασι, καὶ μύρμηκες συλῶσι τὰ λήϊα καὶ τοῖς γηπόνοις ξυνδιανέμονται τοὺς καρπούς, ἥκιστα κεκοινωνηκότες τῶν πόνων· καὶ οἱ σφῆκες δὲ τοῖς φυτουρ γοῖς πολεμοῦσι, τὸν τῶν φυτῶν καρπὸν διαφθείροντες· τοῦτο δὲ ἀμηγέπη καὶ αἱ μέλιτται δρῶσιν. Ἀλλὰ τούτων οὐδὲν ξυνεῖδε τῶν φιλοσόφων ὁ ἄριστος, ἀλλ' εἰς μόνον ἐπεῖδε τοῦ πρώτου γε ταῦτα εἰρηκότος τὸ κλέος. 11.40 Καὶ ἑτέρωθι δὲ τοιαῦτα ἄττα μυθολογεῖ καί φησιν· "Εἰς μὲν γὰρ τὸ ὅθεν ἥκει ψυχὴ ἑκάστη, οὐκ ἀφικνεῖται ἐτῶν μυρίων. Οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. Αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετίᾳ ἐῶνται· τρὶς δὲ ἐφεξῆς τὸν βίον τοῦτον οὕτω πτερωθεῖσαι, τῷ χιλιοστῷ ἔτει ἀπέρχονται. Αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δέ, αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι, δίκην τίνουσιν· αἱ δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι, διάγουσιν 11.41 ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου." Καὶ τούτων δὲ τὴν ἀτοπίαν τῶν λόγων καταμαθεῖν εὐπετές. Τίς γάρ που αὐτὸν τὰς τῶν ἐτῶν ἐδίδαξε μυριάδας, καὶ ὅτι μυρίων διεληλυθότων ἐτῶν, τότε τῶν ψυχῶν ἑκάστη εἰς ἴδιον ἐπανέρχεται χῶρον; τὰ δὲ μεταξὺ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν- ἤπου γε φιλοσόφῳ; Τοῖς γὰρ τὴν ἀκραιφνῆ φιλοσοφίαν κατωρθω κόσι τοὺς ἀκολάστους καὶ παιδεράστας ξυνέζευξε, καὶ τούτους κἀκείνους τῶν αὐτῶν ἄθλων ἔφησεν ἀπολαύσεσθαι. 11.42 Ἀλλὰ τούτων πάλιν τῶν λόγων ἐπιλαθόμενος-τὸν γὰρ οὐρανὸν ταῖς τοιαύταις ψυχαῖς ἀπεκλήρωσεν-, ἐν τῇ Πολιτείᾳ τὴν Ὀρφέως ψυχὴν κύκνειον ἔφη σῶμα λαχεῖν, καὶ ἀετὸν μὲν ἔφη γενέσθαι τὸν Ἀγαμέμνονα, λέοντα δὲ τὸν Αἴαντα, ἀθλητὴν δὲ τὴν Ἀταλάντην, καὶ πίθηκον τὸν Θερσίτην, οὐκ οἶδα ὅτου χάριν τήνδε τῶν δογμάτων τὴν ἀλογίαν ἐνθεῖναι τοῖς λόγοις κατα δεξάμενος· δῆλος μέντοι ἐστὶ παίζων μᾶλλον ἢ σπουδάζων ἐν οἷς τὰς μετενσωματώσεις διέξεισι· πολλαχοῦ γὰρ τὰ ἐν Ἅιδου κο λαστήρια δείκνυσιν. Ἐγὼ δ' εἰς ταῦτα τρέψομαι πάλιν, ἵνα μὴ 11.43 ἐπ' ἐκείνων δὴ τῶν γελοίων τὸν φιλόσοφον καταλείπω λόγων. Ἀκούσατε τοίνυν αὐτοῦ λέγοντος· "Ἀλλ' οὐ μέντοι σοι, ἦν δ' ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλ' ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος δὲ Παμφύλου· ὃς ἐν τῷ πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δὲ οἴκαδε, μέλλων θάπτεσθαι, δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δὲ ἔλεγεν, ἃ 11.44 ἐκεῖ εἶδεν. Ἔφη δέ, ἐπειδὴ οἱ ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι ἤδη μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς εἶναι δύο χάσματα ἐχόμενα ἀλλήλοιν, καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ· δικαστὰς δὲ μεταξὺ τού των καθῆσθαι, οὕς, ἐπειδὰν δικάσαιεν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιρράψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖον ἁπάντων, ὧν ἔπραξαν. Αὐτοῦ δὲ προσελθόντος, εἰπεῖν, ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ, καὶ διακελεύεσθαι διακούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ." 11.45 Οὗτοι ἀληθῶς ἄξιοι τῆς φιλοσοφίας οἱ λόγοι. Οὐ γὰρ εἰς ἀλό γων σώματα καταπέμπουσι τὰς ψυχάς,