104
ἐπὶ τὸ αὐτό. Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν." Συνέδραμον μὲν γὰρ ὡς πολεμήσον τες· θεασάμενοι δὲ τῆς πολεμουμένης τὸ ἄμαχον κατεπλάγησαν. "Ἐταράχθησαν γὰρ, φησὶν, ἐσαλεύθησαν. [ζʹ, ηʹ.] Τρόμος ἐπελάβετο αὐτῶν. -Ἐκεῖ ὠδῖνες ὡς τικτούσης· ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς" Θεασάμενοι, φησὶ, τὰ ἀῤῥαγῆ τῆς Ἐκκλησίας θεμέλια, καὶ καταμαθόντες τὸ τῆς προῤ ῥήσεως ἀψευδὲς, δέος καὶ φρίκην ἐδέξαντο, καθάπερ οἱ τὰ τῆς θαλάσσης διαπεραιούμενοι νῶτα, καὶ καται γῖσι βαλλόμενοι, καὶ πανωλεθρίαν προσμένοντες. Οὗ δὴ χάριν τοῦ πολεμεῖν καὶ βάλλειν παυσάμε νοι, αὐτοὶ κηρύττουσι τῆς πολεμουμένης τὴν δύ ναμιν, καὶ βοῶσι· θʹ. "Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν· ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν." Τὰς γὰρ περὶ αὐτῆς προῤῥήσεις οὐ βου λόμενοι δέχεσθαι, δι' αὐτῶν ἐθεασάμεθα τῶν πραγμάτων τὴν ἐκείνων ἀλήθειαν. "Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα." Αὐτοῦ γάρ ἐστι φωνὴ, "Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω τὴν Ἐκκλη- σίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Οὕτω δείξας ὁ προφητικὸς λόγος τὴν τῶν πολεμίων μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις οἱ τῆς σωτηρίας τετυχηκότες χρήσονται λόγοις, τὸν εὐεργέτην ὑμνοῦν τες. ιʹ. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου." Προσδεχόμεθα, φησὶ, ταύτην σου τὴν ἐπικουρίαν, ὦ ∆έσποτα, τῶν σῶν ἐπαγγελιῶν εἰδότες τὸ ἀψευδές. Σὺ γὰρ εἶπας· "Μεθ' ὑμῶν 80.1216 εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." ιαʹ. "Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς." Οἱ ψευδώνυ μοι θεοὶ οὐκ ἔχουσι συμβαίνουσαν τῇ προσηγορίᾳ τὴν δύναμιν· οὐ γάρ εἰσιν ὃ καλοῦνται. Τῷ δὲ σῷ ὀνόματι, ∆έσποτα, ἕπεται τὰ ἔργα κηρύττοντα τὴν τῆς προσηγορίας ἀλήθειαν. Οὗ δὴ χάριν δικαίως σοι παρὰ πάσης τῆς οἰκουμένης ὁ ὕμνος προσφέρε ται. Ὡς γὰρ ἁπάντων Θεὸς, οὕτω παρὰ πάντων ὑμνεῖται. "∆ικαιοσύνης πλήρης ἡ δεξιά σου." ∆ικαίᾳ γὰρ ψήφῳ χρησάμενος, τοὺς καθ' ἡμῶν ἐπαναστάντας πολεμίους ἐσκέδασας. ιβʹ. "Εὐφρανθήτω ὄρος Σιὼν, καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκα τῶν κριμάτων σου, Κύριε." Ὄρος Σιὼν τοὺς τὸ ὕψος τῆς θεολογίας πεπιστευμένους ἐκάλεσε· θυγατέρας δὲ τῆς Ἰου δαίας, τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας, ὡς ἀπὸ τῶν ἀποστόλων παγείσας, οἳ ἐξ Ἰουδαίων κατῆγον τὸ γένος. Παρεγγυᾷ δὲ καὶ τοῖς κηρύτ τουσι, καὶ τοῖς ἀκούουσιν, εὐφραίνεσθαι καὶ γανύε σθαι, ἕνεκα τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, οἷς χρησάμενος τὴν τῆς οἰκουμένης ἐπραγματεύσατο σωτηρίαν. ιγʹ, ιδʹ. "Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ κατα διέλεσθε τὰς βάρεις αὐτῆς." Σιὼν πάλιν καλεῖ τὸ εὐσεβὲς πολίτευμα, τουτέστι τὴν κατὰ τὴν οἰκουμένην Ἐκκλησίαν. Πύργους δὲ αὐτῆς, τοὺς τῆς ἄκρας ἀρετῆς ἐπειλημμένους, καὶ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς μιμουμένους, οἳ πύρ γων δίκην κυκλοῦσιν αὐτὴν καὶ φυλάττουσι. Βάρεις δὲ πάλιν, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς κατὰ πόλεις, καὶ κώμας, καὶ ἀγροὺς διῃρημένας Ἐκκλησίας· τὴν γὰρ αὐτὴν καὶ μίαν λέγει, καὶ πολλάς. Παρεγ γυᾷ τοίνυν ὁ προφητικὸς λόγος, ἡ τοῦ παναγίου Πνεύματος χάρις, τοῖς τὸ σωτήριον κήρυγμα πιστευ θεῖσι, περινοστεῖν καὶ διατρέχειν, καὶ τούς τε πύργους στηρίζειν τῇ διδασκαλίᾳ, τήν τε ἄλλην αὐτῆς δύναμιν βεβαιοῦν, πρὸς δὲ τούτοις καὶ διανεί μασθαι τὴν τῶν Ἐκκλησιῶν ἐπιμέλειαν· ὃ δὴ καὶ ἐν τῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ προειρήκαμεν. Τοῦτο γὰρ καὶ ἐνταῦθα παρεγγυᾷ· "Καταδιέλεσθε τὰς βάρεις αὐτῆς·" ὥστε τοῦτον μὲν ταύτης, ἐκεῖνον δὲ ἐκείνης προμηθεῖσθαι τῆς Ἐκκλησίας, 80.1217 καὶ ἑκάστῃ ἐπιστῆναι τὸν γεωργοῦντα καὶ τὴν προσήκουσαν ποιούμενον ἐπιμέλειαν. Καὶ τοῦτο οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καθ' ἑκάστην γενεὰν ἐπιτελεῖ σθαι κελεύει. ∆ιὸ δὴ καὶ ἐπήγαγεν· "Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. [ιεʹ] Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας." Χρὴ γὰρ γενεὰν ἑκάστην τῇ μετ' αὐτὴν παραδιδόναι, ἃ παρὰ τῆς προτέρας παρειλήφαμεν, ὥστε ἐν ἁπάσαις ταῖς γενεαῖς δια