104
καταβεβρεγμένου τῷ οἴνῳ, 215 Ἀρτασήρας σπασάμενος τὸ ξίφος κατὰ τοῦ τυράννου ἐχώρει. εἷς δὲ τῶν οἰκετῶν ἰδὼν τὸ ξίφος γυμνὸν ἀνέκραγεν, "τί τοῦτο, ὦ βέλτιστε;" λέγων. ὁ δὲ Γόνθαρις στρέψας τὸ πρόσωπον εἰς αὐτὸν ἔβλεπεν. Ἀρτασήρας δὲ αὐτὸν τῷ ξίφει ἔπαισε καὶ τὴν δεξιὰν χεῖρα αὐτοῦ ἀφεῖλεν. ἀναπηδήσαντα δὲ τοῦτον Ἀρταβάνης μάχαιραν σπασάμενος ἐν τῇ τοῦ τυράννου πλευρᾷ ταύτην ἔπηξεν ἄχρι τῆς λαβῆς, καὶ τοῦτον ἄφνω ἀνεῖλεν. τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐπιμελεῖσθαι τῶν ἐν τῷ παλατίῳ χρημάτων, καθὼς ἐπὶ Ἀρεοβίνδου, ἐκέλευσεν. ἐπεὶ δὲ οἱ φύλακες τὴν τοῦ Γονθάριδος τελευτὴν ἔμαθον, Ἰουστινιανὸν ἀνεβόων καλλίνικον βασιλέα. ἐντεῦθεν οἱ τῷ βασιλεῖ εὐνοηκότες εἰσπηδήσαντες εἰς τὰς τῶν στασιαστῶν οἰκίας τούτους ἔκτειναν. Ἰωάννης δὲ σὺν τοῖς Οὐανδήλοις εἰς τὸ ἱερὸν καταφεύγει, οὓς Ἀρταβάνης τὰ πιστὰ δοὺς καὶ ἐξαγαγὼν εἰς Βυζάντιον ἀπέστειλεν. γέγονε δὲ ὁ τοῦ τυράννου φόνος μετὰ λϛʹ ἡμέρας τῆς τούτου τυραννίδος, ἐννεακαιδεκάτου ἔτους Ἰουστινιανοῦ ὑπάρχοντος. Ἀρταβάνης δὲ ἐκ τούτου κλέος μέγα περιεβάλετο εἰς πάντας ἀνθρώπους. Περίεκτα δέ, ἡ Ἀρεοβίνδου γυνή, μεγάλα δῶρα τῷ Ἀρταβάνῃ ἐδωρήσατο. ὁ δὲ βασιλεὺς τοῦτον στρατηγὸν Λιβύης ἐποίησεν ἁπάσης. ὁ δὲ Ἀρταβάνης μετ' οὐ πολὺ παραιτησάμενος πρὸς βασιλέα εἰς Βυζάντιον ἦλθεν, καὶ ὁ βασιλεὺς Ἰωάννην, τὸν Πάππου ἀδελφόν, στρατηγὸν Λιβύης κατέστησεν. ὁ δὲ Ἰωάννης τὴν Λιβύην καταλαβὼν κατὰ Ἀντάλα καὶ Μαυρουσίων τῶν ἐν Βυζακίῳ ἐπεστράτευσε καὶ τούτους πολεμήσας νίκην ἤρατο καὶ πολεμίους πολλοὺς ἔκτεινε καὶ τὰ σημεῖα, ἅπερ Σολόμωνος οἱ βάρβαροι ἔλαβον, ἀφελόμενος ἐξ αὐτῶν τῷ βασιλεῖ εἰς Βυζάντιον ἔπεμψεν. τοὺς δὲ λοιποὺς τῶν βαρβάρων ἐδίωξε τῆς Ῥωμαίων ἀρχῆς. χρόνῳ δὲ ὑστέρῳ οἱ Λευάθαι στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων εἰς Βυζάκιον ἀφικόμενοι τῷ Ἀντάλᾳ ἡνώθησαν· οἷς Ἰωάννης ἀπαντήσας ἡττήθη καὶ πολλοὺς ἀποβαλὼν εἰς Καρχηδόνα ἐπανῆκεν. οἱ δὲ βάρβαροι μέχρι Καρχηδόνος κατελθόντες τὰ ἐκείνης χωρία ἐληΐσαντο. ὕστερον δὲ Ἰωάννης τῶν στρατιωτῶν τὴν προθυμίαν διεγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ὄντας σὺν τῷ Κουτζίνᾳ 216 εἰς συμμαχίαν λαβὼν καὶ τούτους πολεμήσας ἔτρεψεν. καὶ δίωξιν μεγάλην ποιησάμενος πολὺ πλῆθος ἀνεῖλεν, οἱ δὲ λοιποὶ εἰς τὰς ἐσχατιὰς τῆς Λιβύης ἔφυγον, καὶ οὕτω τὰ πράγματα ἐν Λιβύῃ εἰρήνης βαθείας ἔτυχον. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ϛκζʹ. φκζʹ. ηʹ. ιʹ. γʹ. ιεʹ. αʹ. ιεʹ. ηʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἰβήρων βασιλεὺς Ζαμαναρζὸς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει πρὸς τὸν εὐσεβέστατον βασιλέα Ἰουστινιανὸν μετὰ τῆς γυναικὸς καὶ τῶν συγκλητικῶν αὐτοῦ, παρακαλῶν αὐτὸν τοῦ εἶναι αὐτὸν σύμμαχον Ῥωμαίων καὶ φίλον γνήσιον. ὁ δὲ βασιλεὺς τὴν τοιαύτην προαίρεσιν ἀποδεξάμενος πολλὰ αὐτὸν ἐφιλοτιμήσατο καὶ τοὺς αὐτοῦ συγκλητικούς· ὁμοίως καὶ ἡ αὐγούστα τῇ αὐτοῦ γυναικὶ κόσμια παντοῖα διὰ μαργαριτῶν ἐχαρίσατο. καὶ ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ εἰς τὴν ἰδίαν βασιλείαν. Ῥώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ. ϛκηʹ. φκηʹ. θʹ. ιαʹ. αʹ. ιϛʹ. βʹ. ιϛʹ. θʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας Πομπηϊούπολις τῆς Μυσίας. ἐσχίσθη γὰρ ἡ γῆ ὑπὸ τοῦ σεισμοῦ, καὶ ἐχαώθη τὸ ἥμισυ τῆς πόλεως μετὰ τῶν οἰκητόρων. καὶ ἦσαν ὑπὸ τὴν γῆν, καὶ αἱ φωναὶ αὐτῶν ἠκούοντο βοώντων ἐλεηθῆναι. καὶ πολλὰ ἐδωρήσατο ὁ βασιλεὺς πρὸς τὸ ἐκχοηθῆναι καὶ βοηθηθῆναι αὐτούς, καὶ τοὺς ζήσαντας ἐφιλοτιμήσατο. Τῷ δ' αὐτῷ ἔτει παρέδωκεν Ἰουστινιανὸς τοῦ ψάλλεσθαι ἐν ταῖς ἐκκλησίαις τό· "ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ." ἐποίησε δὲ καὶ τὸ ὡρολόγιον τοῦ Μιλίου. Κόσμου ἔτη ϛκθʹ. Τῆς θείας σαρκώσεως ἔτη φκθʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἄνθιμος ἔτος αʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ιζʹ.