καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, ἐκ ψυχῆς μετ' εὐνοίας δουλεύοντες. Καὶ οἱ κύριοι, εὖ ποιεῖτε τοὺς οἰκέτας ὑμῶν, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία 3.12.95.2 οὐκ ἔστιν. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται. Τὸ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν· 3.12.95.3 καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Εἰρηνεύετε ἐν ἑαυτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Τὸ πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. 3.12.95.4 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 3.12.96.1 Ἐντρέφεσθε τοῖς λόγοις τῆς πίστεως· γυμνάζεσθε πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα τῆς ζωῆς τῆς νῦν καὶ τῆς 3.12.96.2 μελλούσης. Οἱ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, 3.12.96.3 ὅτι πιστοί εἰσιν. Ὁ μεταδιδοὺς ἔστω ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη 3.12.96.4 ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ· τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, τὴν φιλοξενίαν διώκοντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. 3.12.97.1 Ὀλίγα ταῦτα ἐκ πολλῶν δείγματος χάριν ἀπ' αὐτῶν διεξελθὼν τῶν θείων γραφῶν ὁ παιδαγωγὸς τοῖς αὑτοῦ παρατίθεται παισίν, δι' ὧν, ὡς ἔπος εἰπεῖν, ἄρδην ἐκκόπτε3.12.97.2 ται κακία καὶ περιγράφεται ἀδικία. Μυρίαι δὲ ὅσαι ὑποθῆκαι εἰς πρόσωπα ἐκλεκτὰ διατείνουσαι ἐγγεγράφαται ταῖς βίβλοις ταῖς ἁγίαις, αἳ μὲν πρεσβυτέροις, αἳ δὲ ἐπισκόποις καὶ διακόνοις, ἄλλαι χήραις, περὶ ὧν ἄλλος 3.12.97.3 ἂν εἴη λέγειν καιρός. Πολλὰ δὲ καὶ δι' αἰνιγμάτων, πολλὰ δὲ καὶ διὰ παραβολῶν τοῖς ἐντυγχάνουσιν ἔξεστιν ὠφελεῖσθαι. Ἀλλ' οὐκ ἐμόν, φησὶν ὁ παιδαγωγός, διδάσκειν ἔτι ταῦτα, διδασκάλου δὲ εἰς τὴν ἐξήγησιν τῶν ἁγίων ἐκείνων λόγων χρῄζομεν, πρὸς ὃν ἡμῖν βαδιστέον. Καὶ δὴ ὥρα γε ἐμοὶ μὲν πεπαῦσθαι τῆς παιδαγωγίας, ὑμᾶς δὲ ἀκροᾶσθαι 3.12.98.1 τοῦ διδασκάλου. Παραλαβὼν δὲ οὗτος ὑμᾶς ὑπὸ καλῇ τεθραμμένους ἀγωγῇ ἐκδιδάξεται τὰ λόγια. ∆ιδασκαλεῖον δὲ ἡ ἐκκλησία ἥδε καὶ ὁ νυμφίος ὁ μόνος διδάσκαλος, ἀγαθοῦ πατρὸς ἀγαθὸν βούλημα, σοφία γνήσιος, ἁγίασμα 3.12.98.2 γνώσεως. Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὥς φησιν ὁ Ἰωάννης, ὁ ἰώμενος ἡμῶν καὶ σῶμα καὶ ψυχήν, τὸν ὅλον ἄνθρωπον, Ἰησοῦς, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἁμαρτιῶν, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καὶ ἐν τούτῳ γιγνώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, 3.12.98.3 ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ' ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς κἀκεῖνος περιεπάτησεν καὶ αὐτὸς περιπατεῖν. 3.12.99.1 Ὢ τῆς μακαρίου θρέμματα παιδαγωγίας· τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν