105
καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτόν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν διὰ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ' ἔτι μὴν εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύ- νης ποιοῦμεν, παρὰ τὸ πρῶτοι δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν. καί (ὡς ἔφην) οὐ χρὴ ἀγανακτεῖν ὡς εἰδότα ὅτι θεοῦ προ- νοίᾳ οἱ κακοὶ τοὺς ἀγαθοὺς τιμωροῦσιν. οἱ οὖν τοῖς τιμωροῦσιν χαλε- παίνοντες ὡς τοὺς ἀποστόλους θεοῦ ὑβρίζοντες ἁμαρτάνουσιν, τιμῶντες δὲ καὶ τὰ ἐναντία τοῖς ἀδικεῖν νομιζομένοις διατιθέμενοι αὐτοὺς εἰς τὸν θεὸν τὸν οὕτω βουλευσάμενον εὐσεβοῦσιν. κἀγὼ πρὸς ταῦτα ἀπε- κρινάμην· Oὐκοῦν οἱ ἀδικοῦντες οὔκ εἰσιν αἴτιοι, ὅτι κρίσει θεοῦ ἀδικοῦ- σιν τοὺς δικαίους. καὶ ὁ Πέτρος ἔφη· Καὶ πάνυ ἁμαρτάνουσιν, πρὸς γὰρ τὸ ἁμαρτάνειν ἑαυτοὺς ἀποδεδωκότες. ὅθεν εἰδὼς ἀπ' αὐτῶν ἐκλέ- γεται τιμωρεῖν τοὺς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μεταμεληθέντας δικαίως, ἵνα τοῖς μὲν δικαίοις διὰ τῆς τοιαύτης τιμωρίας τὰ πρὸ τῆς με- τανοίας πραχθέντα ἀφεθῇ κακά, τοῖς δὲ τιμωροῦσιν ἀσεβέσιν κακου- χεῖν ἐπιθυμοῦσιν καὶ μετανοεῖν μὴ θέλουσιν εἰς ἀναπλήρωσιν τῆς ἰδίας κολάσεως δικαίους κακουχεῖν συνεχωρήθη· ἄνευ γὰρ τῆς τοῦ θεοῦ βουλῆς οὐδὲ στρουθὸς ἐν παγίδι ἐνπεσεῖν ἔχει· οὕτως δικαίων καὶ αἱ τρίχες τῷ θεῷ ἐναρίθμιοί εἰσιν. δίκαιος δέ ἐστιν ἐκεῖνος ὁ τοῦ εὐλόγου ἕνεκα τῇ φύσει μαχόμενος. οἷον πᾶσιν πρόσεστιν ἐκ φύσεως φιλοῦντας φι- λεῖν, δίκαιος πειρᾶται καὶ ἐχθροὺς ἀγαπᾶν καὶ λοιδοροῦντας εὐλογεῖν, ἔτι μὴν καὶ ὑπὲρ ἐχθρῶν εὔχεσθαι. ἀδικοῦντας ἐλεεῖ· διὸ καὶ προσαδι- κεῖσθαι ἀνέχεται καὶ ὁμῶς καταρωμένους εὐλογεῖ, τύπτουσιν συγχωρεῖ, διώκουσιν ὑποχωρεῖ, μὴ ἀσπαζομένους ἀσπάζεται, τοῖς οὐκ ἔχουσιν ὧν ἔχει κοινωνεῖ, ὀργιζόμενον πείθει, τὸν ἐχθρὸν διαλλάσσει, τὸν ἀπειθῆ παρακαλεῖ, τὸν ἄπιστον κατηχεῖ, τὸν πενθοῦντα παραμυθεῖται, ἐπηρεαζό- μενος στέγει, ἀχαριστούμενος οὐκ ἀγανακτεῖ. εἰς δὲ τὸ ἀγαπᾶν τὸν πλη- σίον ὡς ἑαυτὸν ἀποδεδωκὼς πενίαν οὐ πεφόβηται, ἀλλὰ τὰ ἑαυτοῦ μερίζων τοῖς οὐκ ἔχουσιν πένης γίνεται. ἀλλ' οὐδὲ μὴν ἁμαρτάνοντας τιμωρεῖ. ὁ γὰρ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν ὡς αὐτὸς ἁμαρτήσας οἶδεν τιμωρηθῆναι μὴ θέλειν, οὕτως οὐδὲ τοὺς ἁμαρτάνοντας τιμωρεῖ. καὶ ὡς θέλει κολακεύεσθαι καὶ εὐλογεῖσθαι καὶ τιμᾶσθαι καὶ πάντα τὰ ἁμαρτήματα αὑτῷ συγχωρεῖσθαι, τοῦτο αὐτὸς τῷ πλησίον ποιεῖ, ὡς ἑαυτὸν ἐκεῖνον ἀγαπῶν. ἑνὶ λόγῳ, ὃ θέλει ἑαυτῷ, θέλει καὶ τῷ πλη- σίον. οὗτος γάρ ἐστι θεοῦ νόμος καὶ προφητῶν, αὕτη τῆς ἀληθείας ἡ διδασκαλία. καὶ ταῦτα μὲν ἀγάπη ἡ πρὸς πάντα ἄνθρωπον τελεία τὸ ἄρρεν μέρος ἐστὶν οὖσα τῆς φιλανθρωπίας, τὸ δὲ ἐλεεῖν τὸ θῆλυ μέρος ἐστὶν αὐτῆς. ὅπερ ἐστὶν πεινῶντα θρέψαι καὶ ποτὸν διψῶντι παρασχεῖν καὶ γυμνὸν ἐνδῦσαι καὶ νοσοῦντα ἐπισκέψασθαι καὶ ξένον δέξασθαι, τῷ ἐν εἱρκτῇ κατὰ τὸ δυνατὸν ἐπιφαινόμενον βοηθεῖν, ἁπαξαπλῶς τὸν ἐν συμφοραῖς ἐλεῆσαι. ἐγὼ δὲ ἀκούσας ἔφην· Ταῦτα μὲν δυνατὸν πράττειν, ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα ἐπήρειαν, οὐκ οἴομαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ἀπεκρί- νατο· Ὀρθῶς ἔφης· ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία πολλοῦ