105
περὶ οὗ εἶπεν ὁ Θεὸς ὅτι· «Eὗρον ∆αυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Ὁ δὲ ∆αθὰν καὶ Ἀβειρὼν καὶ οἱ Κορεῖται λέγοντες Μωϋσεῖ· «Μὴ μικρόν, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς Aἰγύπτου, ἐκ γῆς ·εούσης μέλι καὶ γάλα; Καὶ τί ὅτι ἐξέκοψας τοὺς ὀφθαλμοὺς ἡμῶν; Καὶ σὺ ἄρχεις ἡμῶν;» Καὶ ἐπισυνέστησαν ἐπ' αὐτὸν ἐκκλησίαν μεγάλην· Καὶ οἱ Κορεῖται· «Μὴ Μωϋσεῖ λελάληκεν μόνῳ ὁ Θεός; Τί ὅτι τῷ Ἀαρὼν δέδωκεν τὴν ἀρχιερωσύνην μόνῳ; Oὐχὶ πᾶσα ἡ συναγωγὴ Κυρίου ἁγία; Καὶ τί ὅτι Ἀαρὼν ἱερατεύει μόνος;» Καὶ πρὸ τούτων ἄλλος τις ἔλεγεν· «Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς;» Καὶ ἐπανέστησαν Μωϋσεῖ τῷ τοῦ Θεοῦ θεράποντι, τῷ παρὰ πάντας ἀνθρώπους πραοτάτῳ καὶ πιστῷ, τῷ τοσαῦτα παρὰ Θεοῦ σημεῖα καὶ τέρατα τῷ λαῷ πεποιηκότι, τῷ τὰ ἔνδοξα καὶ θαυμαστὰ ἔργα εἰς εὐεργεσίαν αὐτῶν τετελεκότι, τῷ ἐπ' Aἰγυπτίου δεκάπληγον πεπληρωκότι, τῷ τὴν ἐρυθρὰν θάλασσαν διῃρηκότι καὶ ὡς τεῖχος τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν διαστήσαντι καὶ ὡς δι' ἐρήμου ξηρᾶς τὸν λαὸν ἀγηοχότι καὶ βυθίσαντι Φαραὼ καὶ τοὺς Aἰγυπτίους καὶ πάντας τοὺς παρ' αὐτῶν μετ' αὐτῶν, τῷ γλυκάναντι πηγὴν αὐτοῖς διὰ ξύλου καὶ ἐκ πέτρας ἀκροτόμου προαγα γόντι αὐτοῖς ὕδωρ διψῶσιν, τῷ ἐξ οὐρανοῦ μαννοδοτήσαντι αὐτοῖς καὶ ἐξ ἀέρος κρεοδοτήσαντι, τῷ ἐν νυκτὶ στῦλον πυρὸς εἰς φωτισμὸν καὶ ὁδηγίαν αὐτοῖς παρεχομένῳ καὶ στῦλον νεφέλης εἰς σκιασμὸν ἡμέρας διὰ τὸν ἐξ ἡλίου φλογμόν, τῷ νόμον Θεοῦ ἐκ στόματος καὶ χειρὸς καὶ γραφῆς Θεοῦ ἐν πλαξὶ λιθίναις κεκολαμμένον παρασχομένῳ αὐτοῖς τελείου ἀριθμοῦ δεκάλογον, ᾧ ὁ Θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει, ὡσεί τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον, περὶ οὗ εἶπεν· «Καὶ οὐκ ἀνέστη προφήτης ὡς Μωϋσῆς.» Τούτῳ ἐπανέστησαν οἱ Κορεῖται καὶ οἱ Ῥουβηλῖται, καὶ λίθους ἔβαλον κατὰ τοῦ Μωϋσέως προσευχομένου καὶ λέγοντος· «Μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν.» Καὶ ὀφθεῖσα ἡ δόξα τοῦ Θεοῦ τοὺς μὲν εἰς γῆν κατήνεγκεν, τοὺς δὲ πυρὶ κατέφλεξεν. Καὶ οὕτως τοὺς ἀρχηγοὺς τῆς πλάνης τοῦ σχίσματος λέγοντας· «∆ῶμεν ἀρχηγὸν ἑαυτοῖς», ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν αὐτοὺς καὶ τὰς σκηνὰς αὐτῶν καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ κατῆλθον εἰς ᾅδου ζῶντες, τοὺς δὲ Κορείτας ἀπώλεσεν διὰ πυρός. Eἰ οὖν τοῖς διὰ φιλαρχίαν ἀποσχίσασιν παραυτίκα ὁ Θεὸς ἐπήγαγεν τὴν τιμωρίαν, πόσῳ μᾶλλον τοῖς αἱρέσεων ἀσεβῶν καθηγησαμένοις; οὐ σφοδροτέραν ἐπάξει τὴν τίσιν