Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καθάπερ ἤδη προεῖπον, νοοῖτ' ἂν εἰκότως ὁ νοητὸς Ἰωσὴφ, τουτέστιν, οἱ ἐν Χριστῷ, προσθήκη Θεοῦ. Ἴοι δ' ἂν ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ὡσανεὶ καὶ αὑτὸν οἰκονομικῶς ὀνομάζων. Ἔστι γὰρ, αὐτὸς μὲν ἡ κεφαλή· σῶμα δὲ καὶ μέλη, ἐκ μέρους ἡμεῖς. Καὶ αὐτὸς μὲν ἡ ἄμπελος· ἐμπεφύκαμεν δὲ κλημάτων δίκην ἡμεῖς, ἑνώσει τῇ κατὰ πνεῦμα δι' ἁγιασμοῦ συνδούμενοι. Ἀλλ' Ἦν, φησὶν, Ἰωσὴφ δέκακαὶ ἑπτὰ ἐτῶν. Καὶ ὅτι μὲν νέος κομιδῇ, παραδείξειεν ἂν, οἶμαί που, καὶ διὰ τούτων ἡμῖν ἡ Γραφή. Νεώτατον δὲ τῶν ἄλλων καὶ αὐτὸν εἶναί φαμεν τὸν Ἐμμανουὴλ, τὸ ἐν χρόνῳ πρεσβύτερον τοῖς πρὸ αὐ 69.297 τοῦ γεγονόσιν ἀνάπτοντες, οἷον Μωσῇ καὶ προφήταις· ἐκβασανίζοντες δὲ τῶν γεγραμμένων τὴν δύναμιν, οἰησόμεθά τι καὶ ἕτερον διὰ τούτου κατασημαίνεσθαι. Καταγράψει γάρ πως ἡμῖν καὶ αὐτὸ τάχα που τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βαθὺ μυστήριον, καὶ ὁ τῶν ἐτῶν ἀριθμός. Καὶ τίνα δὴ τρόπον, διατρανοῦν ὡς ἔνι πειράσομαι· ὡς γὰρ ἔφην ἤδη καὶ ἐν ἑτέροις· μεμνήσομαι γάρ. δʹ. Ἔθος τῇ θείᾳ Γραφῇ, τοὺς ἀνόπιν ἰόντας τῶν ἀριθμῶν, μετὰ τὴν αὐτοῖς τεταγμένην ἐκπλήρωσιν, τελειότητος ποιεῖσθαι σύμβολα. Οἷόν τί φημι· Τὸν δέκα εἴπερ τις ἀναμετρήσαιτο καὶ ὑπερτρέχειν ἕλοιτο, πάλιν ἐκ μονάδος ἄρξεται, καθάπερ εἰς τέλος καταίρων αὐτόν. Ὁμοίως ἐπὶ τῆς ἑβδομάδος. Ἀρξάμενος γὰρ ἐκ πρώτης, ἄνεισι μὲν ἐφεξῆς ἐπὶ τὴν ἑβδόμην· εἶτα κατακλείσας εἰς τέλος τὸν τῶν ἡμερῶν ἀριθμὸν, ἐπανήξει πάλιν ἐπὶ τὴν πρώτην. Τελειότητος οὖν ἄρα ταύτῃτοι ποιεῖται σημεῖα τοὺς ὧδε ἔχοντας τῶν ἀριθμῶν ὁ ἱερὸς ἡμῖν λόγος. Καὶ γοῦν τῇ τῶν ταλάντων διανομῇ, τὸν εἰς λῆξιν ἥκοντα φιλεργίας τῆς κατὰ Θεὸν, δέκα φησὶν εἰληφέναι τάλαντα καὶ μὴν καὶ ἐπάνω τεθεῖσθαι πόλεων δέκα· ὅτι τῶν εὐδοκιμήσεων τελειότητι πάντη τε καὶ πάντως ἰσομοιρήσει τὰ γέρα, διὰ τούτου καταδεικνὺς ὁ τούτων διανομεὺς, τουτέστι Χριστός· Στεῖραν δέ γε τεκεῖν ἐπτὰ, τῶν ἁγίων τις ἔφη, τὸ ἑπτά που τιθεὶς ἀντὶ τοῦ πολλὰ, καὶ ὅσα τυχὸν εἰς τέλειον ἀριθμὸν καταλογισθεῖεν ἂν ὑπό του τῶν ἀ[να]μετρεῖν ᾑρημένων. Ὅταν τοίνυν λέγηται περὶ τοῦ Ἰωσὴφ, ὅτι ἦν ἐτῶν δέκα καὶ ἑπτὰ, συντεθεῖσθαι δώσομεν τὸν Ἐμμανουὴλ εἰς ἕνα Χριστὸν καὶ Υἱὸν ἐκ δυοῖν τελείοιν, θεότητός τε καὶ ἀνθρωπότητος. Οὐ γάρ τοι παραδεξόμεθα τό τισι δοκοῦν, οἰομένοις ὅτι ψυχῆς λογικῆς ὁ θεῖος ἐκεῖνος κεκένωτο ναὸς, ὃν ἐκ τῆς ἁγίας Παρθένου πεφόρηκεν ὁ Θεὸς Λόγος. Ἀλλ' ὥσπερ ἦν τέλειος ἐν θεότητι, οὕτω καὶ ἐν ἀνθρωπότητι, πλὴν εἰς ἕνα συγκείμενος ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν. Οὐκοῦν σημαίνει μὲν τὸ τέλειον ἐν θεότητι καὶ ὑπαινίττεταί πως ἡμῖν ὁ δέκα ἀριθμός. Τὸ δὲ οὕτως ἔχον, ἐν ἀνθρωπότητι πάλιν ὑπεμφήνειεν ἂν ὁ ἑπτὰ, μειονεκτούμενος μὲν ὡς ἐν Τριάδι τοῦ δέκα, ἐπενηνεγμένος δὲ αὐτῷ καὶ οἱονεὶ προσκείμενος. Μετὰ γάρ τοι τὸν δέκα ἀριθμὸν συμβέβηκεν ὁ ἑπτά. Ἐν ὑπεροχῇ δὲ Τριάδος, τουτέστι Θεότητος, ὁ ἐκ Πατρὸς Θεὸς Λόγος· ἐν ὑφιζήσει δὲ τὸ ἀνθρώπινον, καὶ Θεοῦ δόξης ἐν μείοσι. Καὶ ὁ μὲν Θεὸς Λόγος νοεῖται προὼν, προσγέγονε δὲ αὐτῷ τὸ ἀνθρώπινον. Οὐκοῦν ἀναγκαίως προτέτακται μὲν ὁ δέκα ἀριθμὸς, ἐπενήνεκταί γε μὴν ὁ ἑπτά. Ἰωσὴφ γὰρ, φησὶν, δέκα καὶ ἑπτὰ ἦν ἐτῶν. Ἄθρει δή μοι πρὸς τούτῳ τὸ πρόσκαιρόν τε καὶ ἄναρχον, ὡς ἔν γε δὴ χρόνῳ, φημὶ, τοῦ Ἐμμανουήλ. Γέγονε μὲν γὰρ ἐτῶν ἀπαρίθμησις ὡς ἐν εἰκόνι τῷ Ἰωσήφ· ἀλλ' ἐπενήνεκται τὸ ἦν. Κέκληται μὲν γὰρ εἰς γένεσιν τὴν καθ' ἡμᾶς νοουμένην, καὶ εἰς ἐτῶν ἀριθμὸν διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἀλλ' ἕψεται πάντως τὸ ἦν αὐτῷ. Νοεῖται γὰρ καὶ ἔστιν ἀληθῶς τῷ Θεῷ καὶ Πατρὶ συναΐδιος, καὶ, ὡς ὁ θεσπέσιός φησιν 69.300 Ἰωάννης, Ἐν ἀρχῇ ἧν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐκοῦν ἐρῶ εἰσαῦθις· ∆έκα μὲν καὶ ἑπτὰ ἐτῶν ἦν Ἰωσὴφ ὁ θεσπέσιος, τὰς δὲ τοῦ πατρὸς ἀγέλας συνεποίμαινε τοῖς ἀδελφοῖς, τοῖς ἀπὸ Ζελφᾶς, φημὶ, καὶ Βάλλας, τουτέστι, τοῖς ἐκ θεραπαινῶν. Γεγονὼς γὰρ ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, τὴν τῶν Ἰουδαίων ἄνω τε καὶ κάτω περιέθει χώραν, συναγείρων ὥσπερ εἰς ἀγάπησιν τὴν πρὸς Θεὸν καὶ Πατέρα ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς γὰρ ὁ