1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

105

τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν, καὶ κατασχὼν τριετῆ χρόνον ἐξ ἀνθρώπων ἠφανίσθη καὶ τιμῶν ἔτυχεν ἀθανάτων. τὴν δ' ἀρχὴν διαδεξάμενος Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἀλβὰ καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζομένου. Περὶ δὲ τῆς προσηγορίας ταύτης Φάβιος ὁ τὰς Ῥωμαίων πράξεις ἀνα γράψας ἄλλως μεμυθολόγηκε. φησὶ γὰρ Αἰνείᾳ γενέσθαι λόγιον τετρά πουν αὐτῷ καθηγήσασθαι πρὸς κτίσιν πόλεως. μέλλοντος δ' αὐτοῦ θύειν ὗν ἔγκυον τῷ χρώματι λευκὴν ἐκφυγεῖν ἐκ τῶν χειρῶν καὶ διωχθῆναι πρός τινα λόφον, πρὸς ᾧ κομισθεῖσαν τεκεῖν λʹ χοίρους. τὸν δὲ Αἰνείαν τό τε παράδοξον θαυμάσαντα καὶ τὸ λόγιον ἀνανεούμενον ἐπιχειρῆσαι μὲν οἰκῆσαι τὸν τόπον, ἰδόντα δὲ κατὰ τὸν ὕπνον ὄψιν ἐναργῶς διακωλύουσαν 230 καὶ συμβουλεύουσαν μετὰ λʹ ἔτη κτίζειν, ὅσοσπερ ὁ τῶν τεχθέντων ἀριθ μὸς ἦν, ἀποστῆναι δὴ τῆς προθέσεως.

ΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ῥωμαίων αʹ ἐβασίλευσε Ῥωμύλος, ιςʹ δὲ ἀπὸ Αἰνείου.

ἐβασίλευσε δὲ ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψμβʹ. Ἀπὸ Ῥωμύλου οἱ πρότερον καλούμενοι Λατῖνοι Ῥωμαῖοι προσηγορεύθησαν. Οὗτος ὁ Ῥωμύλος ἀνελὼν Ῥέμον τὸν ἀδελφὸν αὐτοῦ βασιλεύει μόνος καὶ κτίζει καὶ τειχίζει Ῥώμην κατὰ τὴν ζʹ ὀλυμπιάδα ἢ ὥς τινες κατὰ τὴν ηʹ, ἥτις τοῖς χρόνοις Ἀχὰζ συντρέχει καὶ τῷ δψνβʹ ἔτει τοῦ κόσμου. Οὗτος δὲ αʹ πόλεις λέγεται κτήσασθαι ὑποτελεῖς Ῥώμης. Ἀπὸ Ἰλίου ἁλώσεως, ἣ γέγονε τῷ δτλαʹ ἔτει τοῦ κόσμου, ἕως κτίσεως Ῥώμης καὶ τοῦ δψνεʹ κοσμικοῦ ἔτους γίνονται ἔτη υκδʹ. Ῥωμύλος πρῶτος ἐκ τοῦ δήμου ἐστράτευσεν ἄνδρας, συγκλητικούς τε ρʹ γέροντας ἐποίησε καὶ πατρικίους ἐξ αὐτῶν ἐκάλεσε, ναούς τε καὶ τείχη ἐν Ῥώμῃ ᾠκοδόμησε. Ῥωμύλος ἐν τῷ Ῥωμαίων βουλευτηρίῳ δολοφονηθεὶς ἀποθνήσκει. Ἐν τῷ ιγʹ ἔτει τῆς βασιλείας Ῥωμύλου κτίζεται ἡ Ῥώμη.

ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων κζʹ ἐβασίλευσε Θεσπιεὺς Ἀρίφρονος ἔτη κζʹ,

κατὰ δὲ ἄλλους ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχοαʹ. Ἀθηναίων κηʹ ἐβασίλευσεν Ἀγαμίστωρ Θεσπιέως ἔτη ιζʹ, κατὰ δὲ ἄλλους ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχζηʹ. Ἀθηναίων κθʹ ἐβασίλευσεν Αἰσχύλος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψιεʹ. 231 Αἰσχύλου τῷ βʹ ἔτει πληρουμένῳ καὶ ἀρχομένῳ τῷ γʹ αὐτοῦ ἔτει, ὃς ἦν κθʹ βασιλεὺς Ἀθηναίων ἀπὸ τοῦ αʹ αὐτῶν Κέκροπος τοῦ διφυοῦς, ιβʹ δὲ τῶν διὰ βίου ἀρχόντων, ἡ πρώτη ὀλυμπιὰς ἤχθη κατὰ τὸ δψκαʹ ἔτος ἀπὸ Ἀδάμ, Ἀζαρίου δὲ βασιλέως Ἰούδα ἔτει λθʹ, ὡς πρόκειται. Ὀλυμπιὰς δέ ἐστι παρ' Ἕλλησι τετραετηρικὸς χρόνος, οὗ κατὰ τὴν συμπλήρωσιν ἀρχομένου τοῦ ἔτους ὁ Ὀλυμπιακὸς ἀγὼν ἤγετο. τοῦτον Ἑλλήνων παῖδες ἀσυμφώνως ἱστοροῦσι καταδεδεῖχθαι. τινὲς γὰρ αὐτῶν ἀπὸ τῆς ὑπὸ Ἡρακλέους τοῦ Ἀλκμήνης τοῦ ἀγῶνος θέσεως τὸ πρῶτον ἦρχθαι τὸ τῆς Ὀλυμπιακῆς ἀθλήσεως εἶδός φασι πρὸ χʹ ἐτῶν τῆσδε τῆς πρώτης ὀλυμπιάδος· ἄλλοι δὲ ὑπὸ Ἀεθλίου τεθῆναι τὸν ἀγῶνα κἀντεῦθεν ἀθλητὰς ὀνομάζεσθαι τοὺς ἀγωνιστάς, μεθ' ὃν Ἐπειὸς παῖς αὐτοῦ, εἶτα Ἐνδυμίων, ἔπειτα Ἀλεξῖνος καὶ μετὰ τοῦτον Οἰνόμαος καὶ μετὰ τοῦτον, ὥς φασι, Πέλοψ εἰς τιμὴν τῇ πατρίδι προέστη τοῦ ἀγῶνος καὶ τῆς θυσίας. ἀριθμοῦσί τε ἀπὸ τοῦ Ἀλκμήνης Ἡρακλέους ἕως τοῦδε τοῦ χρόνου γενεὰς ιʹ, ἄλλοι τρεῖς τελείας φασὶν ὀλυμπιάδας ἐπὶ Ἴφιτον τὸν ἀνανεωσάμενον τὸν ἀγῶνα. τοῦτον γὰρ Ἠλεῖον ὄντα καὶ προνοούμενον τῆς Ἑλλάδος παῦσαί τε σπεύδοντα πολέμων τὰς πόλεις ἐκ πάσης Πελοπον νήσου πέμψαι θεωροὺς τοὺς πευσομένους περὶ τῆς τῶν πολέμων ἀπαλ λαγῆς, χρησμόν τε λαβεῖν Πυθικὸν τοῦτον· ὦ Πελοποννήσου ναέται περὶ βωμὸν ἰόντες, θύετε καὶ πείθεσθε τά κεν μάντεις ἐνέπωσιν, Ἠλεῖοι πρόπολοι πατέρων νόμον ἰθύνοντες. τοῖς δὲ Ἠλείοις τάδε προαγορεῦσαι. τὴν αὑτῶν ῥύεσθε πάτραν, πολέμου δ' ἀπέχεσθε, κοινοδίκου