105
Κάμαριν μὲν ἐκέλευον ἕπεσθαι αὐτοῖς, ὡς ἂν εἰδέναι ἔχῃ τὸ στρατόπεδον βασιλέως ὅπη εἴη· τὸν δ' ἕτερον εἰς Βυζάντιον ὡς καὶ τοῖς ἑτέροις τὰ πεπραγμένα ἀπαγγελοῦντα ἀπιέναι. ἐλθόντες δὲ παρὰ τὸν Μέλανα ποταμὸν, ἔνθα καὶ ἡ λοιπὴ στρατιὰ ἅμα πρωτοστράτορι ἐστρατοπεδευμένη ἦν, τά τε περὶ τῶν πραττόντων τὴν ἅλωσιν αὐτῷ ἐκοινοῦντο Βυζαντίου, καὶ ὅσα πύθοιντο περὶ τῶν Μυσῶν καὶ περὶ τῆς εἰς Λόγους στρατοπεδείας, προστιθέντες καὶ τὰς αἰτίας. καὶ ἐπειδὴ καὶ αὐτῷ ἐδόκει καλῶς ἔχειν, ἄραντες ἐκεῖθεν, ἐστρατοπεδεύσαντο ἐν Λόγους. καὶ ἐς τὴν ὑστεραίαν ἠγγέλθη αὐτοῖς, ὡς στράτευμα Μυσῶν περὶ τρισχιλίους ἵππους ἧκεν εἰς Βυζάντιον κατὰ συμμαχίαν τῷ πρεσβυτέρῳ βασιλεῖ· ἡγεῖται δὲ αὐτῶν Ἰβάνης ὁ Ῥώς. ἐθορύβησε μὲν οὖν οὐ μετρίως τοῦτο τὸν νέον βασιλέα. ἐξετάζοντι δ' αὐτῷ ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι ὅ, τι τὸ πεῖσαν τὸν βασιλέα Μυσῶν τὰς μὲν πρὸς αὐτὸν σπονδὰς ἠθετηκέναι καὶ τοὺς ὅρκους, ἀδελφῆς ὄντα σύνοικον, τῷ πρεσβυτέρῳ δὲ βασιλεῖ συμμαχεῖν, ὑπενόουν μὴ ἀληθεῖς εἶναι τὰς γεγενημένας συνθήκας καὶ τὴν συμμαχίαν, ἀλλὰ συνιδόντα τὸν Μυσὸν, ὡς ὁ πρεσβύτερος βασιλεὺς ἅμα μὲν ἔχθει τῷ πρὸς τὸν ἔγγονον, ἅμα δὲ καὶ δέει τοῦ μὴ τοὺς συνόντας αὐτῷ Ῥωμαίων διεφθάρθαι ὑπ' ἐκείνου καὶ ἐπιβουλεύειν αὐτῷ, ῥᾷον ἂν παραδέξαιτο ἐν βασιλείοις φρουρὰν Μυσῶν, οἰόμενος οἷα ξένους καὶ συμμάχους αὐτῷ μᾶλλον εὐνοεῖν, πέμψαι τὸν στρατὸν, πρόφασιν μὲν, ὡς μα 1.296 χουμένους ἡμῖν ὑπὲρ αὐτοῦ, τῇ δ' ἀληθείᾳ, εἰ δύναιντο τῶν βασιλείων κρατῆσαι κατ' ὀλίγους εἰσελθόντες· εἶτα καὶ αὐτὸς πανστρατιᾷ ἐλθὼν, Βυζαντίους τε ποιήσεσθαι ὑποχειρίους καὶ οὕτως ἤδη καὶ τῇ ἄλλῃ ἐπιθήσεσθαι Ῥωμαίων ἡγεμονίᾳ. καὶ τεκμήριον ἐποιοῦντο τὸ ἐπάγεσθαι καὶ Σκύθας συμμάχους δέει τοῦ μὴ βοηθεῖν αὐτοῖς ἐς Βυζάντιον, εἴ τι γένοιτο τοιοῦτον. τοιαῦτα μὲν αὐτοὶ ἐκ λογισμῶν περὶ τῆς συμμαχίας ὑπενόουν. ἦσαν δὲ καὶ ἀληθῆ, ὡς ὕστερον ἀκριβῶς ἐξεγένετο μαθεῖν. ὑπετίθει δὲ τὴν βουλὴν τῷ βασιλεῖ Μυσῶν ἐκ τῶν αὐτομόλων παρ' αὐτῷ Ῥωμαίων τις καὶ ἐπηγγέλλετο αὐτῷ καὶ τὸ ἔργον καταπράξεσθαι αὐτός. διὸ καὶ ᾑρέθη πρὸς τὴν συμμαχίαν πρεσβευτής. πείρας δὲ ἕνεκα ὁ βασιλεὺς πέμψας πρὸς Ἰβάνην, ἐκέλευεν ἀναχωρεῖν ἐκ τῆς Ῥωμαίων· σπονδῶν γὰρ οὐσῶν αὐτῷ πρὸς βασιλέα Μυσῶν τὸν γαμβρὸν, αὐτὸν εἰς τὴν Ῥωμαίων παρεληλυθέναι ἔχοντα στρατιάν. εἰ μὲν οὖν αὐτῷ βοηθήσων ἥκει, εἰς τὴν ἰδίαν ἀναχωρεῖν· μὴ δεῖσθαι γὰρ αὐτοῦ· εἰ δὲ πολεμήσων, ἐκδέχεσθαι αὐτὸν ὡς ἐπὶ μάχην. βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπε πειρώμενος Ἰβάνη. ἐδόκει γὰρ οὐ λυσιτελεῖν ἐν τῷ τότε πόλεμον ἄρασθαι πρὸς Μυσούς. Ἰβάνης δὲ ὅρκοις ἐγγράφοις διεβεβαιοῦτο πρὸς βασιλέα, μήτε τὸν αὐτοῦ δεσπότην παρεσπονδηκέναι, ἀλλ' ἐμμένειν ταῖς σπονδαῖς ταῖς πρὸς αὐτὸν, μήτ' αὐτὸν καὶ τὴν στρατιὰν κατ' αὐτοῦ ἐνθάδε ἥκειν. ἀναγνοὺς δὲ τοὺς ὅρκους ὁ βασιλεὺς, μᾶλλον ἐπεῤῥώσθη πρὸς τὸ ἀληθῆ εἶναι ἃ αὐτὸς ὑπενόει περὶ τῆς 1.297 συμμαχίας τῶν Μυσῶν. καὶ αὐτίκα τὸν Πεπαγωμένον Γεώργιον πέμψας πρὸς βασιλέα τὸν πάππον, ἐδεῖτο αὐτοῦ μὴ τοὺς λόγους ὑποπτεύειν ὡς πολεμίου, ἀλλὰ πείθεσθαι καὶ Ῥωμαίοις καὶ αὐτῷ συμβουλεύοντι λυσιτελοῦντα. καὶ τοῖς κατὰ συμμαχίαν ἥκουσι Μυσοῖς πρὸς μὲν τὸν κατ' αὐτοῦ πόλεμον ὅ, τι ἂν βούλοιτο χρῆσθαι, βασιλείων δὲ ἐντὸς μήτε ἅμα πλείους δέχεσθαι Μυσῶν, μήτε ὡπλισμένους· ἀλλ' εἴ ποτε καὶ ἐσίοιεν, ὀλίγους τε καὶ κατὰ διαδοχὰς, ἵνα μὴ δοκοῖεν προπηλακίζεσθαι σύμμαχοι ὄντες, καὶ ὅπλων χωρὶς, μάλιστα δὲ ἐν ἀρίστου τῇ ὥρᾳ πλείω ποιεῖσθαι φυλακήν. οὐ μὴν ἀλλὰ καὶ βασιλείων ἐντὸς στρατιὰν ἐγκαθιδρύσαι ἀξιόμαχον Ῥωμαίων, καὶ ἐν φυλακῇ πάσῃ ἑαυτόν τε καὶ τὴν πόλιν τηρεῖν. ὑπονοεῖν γὰρ ἐκ τῶν πραγμάτων, ὡς τῇ στρατιᾷ Μυσοῖς πρὸς τοῦ σφετέρου βασιλέως εἴη προστεταγμένον, τὰ βασίλεια, εἰ δύναιντο, δόλῳ κατασχεῖν, καὶ διὰ τοῦτο καὶ αὐτὸν πανστρατιᾷ καὶ συμμάχοις ἅμα Σκύθαις ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Ῥωμαίων ἡγεμονίας ἐστρατοπεδεῦσθαι, ὡς εἰ κατορθοῖτο ἃ προσετέτακτο Ἰβάνῃ, ἐν ὀλίγῳ