105
παιδί, ἀλλὰ καὶ τοῦ ειδους. τούτων τὸν ετερον φροντιστὴν τῶν ἑαυτοῦ πραγμάτων ὁ Καμβύσης ἐκέκτητο. χρονίζοντος δ' ἐν Αἰγύπτῳ αὐτοῦ, γνοὺς τὸν φόνον τοῦ Σμέρδου τοῦ τοῦ Κύρου παιδὸς ὁ Κατιζίθης, καὶ ὡς ὀλίγοις ὁ ἐκείνου θάνατος εγνωσται, ἐπιθέσθαι τῇ βασιλείᾳ ἐσκέψατο· καὶ τὸν ἀδελφὸν 1.264 ὁμωνυμοῦντα τῷ Σμέρδῃ καὶ πολλὴν πρὸς ἐκεῖνον ἐμφέρειαν εχοντα εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον, οὐχ ὡς οἰκεῖον ὁμαίμονα, ἀλλ' ὡς τοῦ Κύρου υἱὸν καὶ τοῦ Καμβύσου ὁμόγνιον· καὶ κήρυκας διέπεμψε πανταχοῦ βασιλέα τὸν Κύρου Σμέρδην ἀγγέλλοντας. μαθὼν ουν ταῦτα καὶ ὁ Καμβύσης τὸν Πρηξάσπην ἀνέκρινεν ὡς μὴ πληρώσαντά οἱ τὸ κελευσθέν. ὁ δὲ διεβεβαίου μὴ τὸν ἀδελφὸν ἐπαναστῆναι αὐτῷ. "ἐκεῖνον γὰρ ἐγώ" ελεγεν, "ὡς σὺ ἐνετείλω, εκτανόν τε καὶ εθαψα." συλληφθῆναι τοίνυν κελεύει Καμβύσης τὸν ἐν τῷ στρατῷ κηρύσσοντα τὸν τοῦ Κύρου Σμέρδην βασιλεῦσαι Περσῶν. καὶ συλληφθεὶς ἠρωτᾶτο εἰ αὐτὸς τὸν Σμέρδην ἑώρακε, καὶ εἰ ἐκεῖνος αὐτῷ ἐνετείλατο λέγειν απερ φησίν· ὁ δὲ μὴ θεάσασθαι τὸν Σμέρδην ἀνταπεκρίνατο, παρὰ δὲ τοῦ μάγου τοῦ τῶν βασιλείων ἐπιτροπεύοντος ταῦτα λέγειν ἐπιταχθῆναι. γνοὺς ουν ἐντεῦθεν ὁ Καμβύσης τὸ ἀληθὲς ἐθρήνησε μὲν ὡς μάτην κτείνας τὸν ἀδελφόν, ωρμησε δ' αὐτίκα κατὰ τῶν μάγων στρατεύεσθαι. ἀναθρώσκοντι δέ οἱ ἐπὶ τὸν ιππον τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἐξέπεσε, καὶ γυμνωθὲν τὸ ξίφος παίει αὐτοῦ τὸν μηρὸν καιρίως. ηρετο ουν οπως ἡ πόλις καλοῖτο, καὶ μαθὼν ὡς ̓Εκβάτανα, ειπεν ὡς "ἐνταῦθά μοι πέπρωται τελευτᾶν." ἐκέχρηστο γὰρ αὐτῷ ἐν ̓Εκβατάνοις μέλλειν θανεῖν· καὶ ὁ μὲν παρὰ τοῖς ἐν Μηδίᾳ ̓Εκβατάνοις ἐδόκει πρῴην τὸ τέλος αὐτὸν καταλήψεσθαι, ὁ δὲ χρησμὸς οὐκ ἐκεῖνα ἐδήλου, ἀλλὰ τὰ ἐν Συρίᾳ ̓Εκβάτανα. ̔Ο μὲν ουν μεθ' ἡμέρας τινὰς τελευτᾷ απαις, βασιλεύσας ἐπ' ετη ἑπτὰ ἐπὶ πέντε μησίν, ὁ δὲ μάγος 1.265 τοῦ Καμβύσου θανόντος ἀδεῶς ἐβασίλευσεν, ἑαυτῷ τὸν τοῦ Κύρου Σμέρδην ἐπιγραφόμενος. καὶ πέμψας εἰς πᾶν εθνος ων ηρχεν ἀτέλειαν πᾶσιν ἐπ' ετη τρία ἐκήρυξεν. ηδη δὲ μῆνας αρξας ἑπτὰ οστις ην ἐγνώσθη· ἐγνώσθη δ' ουτως. ̓Οτάνης ην γένει καὶ πλούτῳ Περσῶν τοῖς πρώτοις ἐνάμιλλος. τούτου θυγατέρα Καμβύσης εσχεν, η Φαιδυμίη ἐκέκλητο. ταύτῃ καὶ ὁ μάγος ἐκέχρητο ωσπερ καὶ ταῖς λοιπαῖς ας ευρεν εἰς τὰ βασίλεια. πέμψας ουν ὁ πατὴρ ἠρώτα λάθρᾳ αὐτὴν εἰ τῷ τοῦ Κύρου Σμέρδῃ ειθ' ἑτέρῳ τινὶ συνευνάζοιτο. ἡ δὲ μήτ' ἰδέσθαι τὸν Κύρου Σμέρδην ἀνταπεκρίνατο μήτ' εἰδέναι ῳτινι συγκοιτάζοιτο. ὁ δὲ καὶ πάλιν στέλλει παρ' αὐτήν, κινδυνεύειν αὐτῇ ἐντελλόμενος, εἰ δεήσειεν, ινα πληρώσῃ πατρικὴν ἐντολήν, καὶ ὑποτιθείς, ὁπηνίκα συγκοιμῷτο τῷ βασιλεῖ καὶ ὑπνώττοντα αὐτὸν γνῷ, ψαῦσαι τῶν ωτων αὐτοῦ, καὶ εἰ μὲν εχοντα ωτα γνοίη, εἰδέναι ὡς τῷ Κύρου Σμέρδῃ συγγίνεται· εἰ δὲ μὴ εχοι, τὸν μάγον Σμέρδην αὐτὸν νομίζειν. πείθεται τῷ πατρὶ ἡ Φαιδυμίη, καὶ γνοῦσα τὸν αὐτῇ συγγινόμενον ωτα μὴ εχοντα, ἐσήμηνε τῷ πατρί. οὐκ ειχε δ' ωτα οτι ὁ Κῦρός ποτε ταῦτα δι' ἁμάρτημά τι ἀπέτεμεν. ὁ δὲ ̓Οτάνης ̓Ασπαθίνῃ καὶ Γωβρύᾳ πρωτεύουσι τῶν Περσῶν καὶ αὐτῷ φιλουμένοις κοινοῦται δὴ τὸ ἀπόρρητον. οἱ δὲ καὶ πρῴην ἐν ὑποψίᾳ οντες τοῦ πράγματος εὐθὺς τοὺς λόγους ἐδέξαντο. εδοξεν ουν αὐτοῖς καὶ ἑτέρους προσεταιρίσασθαι. καὶ ̓Οτάνης μὲν ἐπάγεται ̓Ινταφέρνην, Γωβρύας δὲ Μεγάβυζον, ̔Υδάρνην δὲ ̓Ασπαθίνης·καὶ ∆αρείῳ δὲ τῷ ̔Υστάσπου υἱῷ αρτι πρὸς Σοῦσα ἐκ Περσίδος ἐλθόντι τὸ ἀπόρρητον ἐκοινώσαντο. ὁ δὲ καὶ ἐδέξατο τὸν λόγον, καὶ πρὸς τὴν πρᾶξιν αὐτίκα ὁρμᾶν συνεβούλευεν, η τῆς παρούσης ἡμέρας διακε1.266 νῆς παρερχομένης αὐτὸς ελεγε γενέσθαι τῷ μάγῳ μηνυτὴς τῆς ἐπιβουλῆς. ἐπείσθησαν τῇ συμβουλῇ τοῦ ∆αρείου καὶ οἱ λοιποί, καὶ τοῦ εργου ειχοντο. Συνέβη δέ τι καὶ ετερον ο ἐπισπεῦσαι αὐτοὺς ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι οτι Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ οτι διὰ τοῦτο καὶ ἐν αἰτίᾳ τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποιοῦντο καὶ ορκοις προκατελάμβανον καὶ λαμπραῖς ὑποσχέσεσι