105
μετοχαὶ εἰ μὲν ωσιν ἀπαθεῖς, διὰ τοῦ ˉο κλίνονται, καὶ τὸ θηλυκὸν εχουσι διὰ τοῦ υῖα· εἰ δὲ κατὰ πάθος, τὴν κλίσιν μὲν εχουσι διὰ τοῦ ˉω, καὶ τὸ θηλυκὸν μεταποιοῦσιν εἰς ˉα, ἑστὼς ἑστῶσα, γεγὼς γεγῶσα. Γεγωνῶ. τὸ φωνῶ. παρὰ τὸ γνώω, καὶ ἐν ὑπερθέσει καὶ κατὰ ἀναδιπλασιασμὸν γεγωνῶ. οἱ γὰρ ἐξακουόμενοι γνωστοί. τοῦ μέσου παρακειμένου ἡ μετοχὴ γεγωνώς. ∆ίδυμος δέ φησι, γεγωνεῖν ειναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν. Γεγανωμένη. λελαμπρυσμένη. Γεγράψομαι. *διηγήσομαι,* δεήσομαι. Γεγηροτροφηκώσ. ἐν γήρει θρέψας. Γελασείω. ἐπιθυμητικῶς εχω τοῦ γελᾷν. Γεμίζω. τὸ ἀντλῶ. Γέμω. τὸ πλήθω. καὶ γεμέωσιν, οιον· γεμέωσι δὲ παστάδα. γέμωσι καὶ πλεονασμῷ τοῦ ˉε γεμέωσι. gamma.433 Γείνατο. ἐγέννησε. γέω, τὸ τίκτω, ἐκ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἡ γεννητική. τοῦτο τὸ γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω, καὶ πλεονασμῷ τοῦ ι γείνω. ὁ μέλλων γενῶ. ὡς κείρω κερῶ. ὁ ἀόριστος εγεινα, ὡς εμεινα η εκειρα, ὁ μέσος ἐγεινάμην, τὸ δεύτερον ἐγείνω, τὸ τρίτον ἐγείνατο, καὶ κατὰ συγκοπὴν γείνατο. Γέντο. ελαβεν. ελω τὸ λαμβάνω· ὁ δεύτερος ἀόριστος ἑλόμην, ελου, ελετο, καὶ κατὰ συγκοπὴν ελτο, καὶ τροπῇ τοῦ ˉλ εἰς ˉν δωρικῶς εντο, ὡς ηλθεν, ηνθε, καὶ πλεονασμῷ τοῦ ˉγ γέντο· -ἑτέρῃφι δὲ γέντο πυράγρην. Γεραίρειν. τιμᾷν, ὑμνεῖν, δοξάζειν. Γειτνιῶ. τὸ γειτονιῶ. ὡς ἀπὸ τοῦ εὐδαίμων εὐδαίμονος εὐδαιμονῶ, ουτω καὶ ἀπὸ τοῦ γείτων γείτονος γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ. ωσπερ ἀπὸ τοῦ μείδω μειδιῶ. Γεφυρίζων. χλευάζων, ἐξευτελίζων. γράφεται καὶ γεφυρῶ. Γέμεν. ἐγένοντο. ̔Ησίοδος· ὀγδοάτη δ' ἐνάτη τε δύο γέμεν ηματα μηνός. Τὸ Γ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Γηγενήσ. ἐκ γῆς εχων τὴν γέννησιν, η ὁ τὰ γήϊνα ἐργαζόμενος. Γηγενέτησ. ὁ γηγενής. Γήλοφοσ. ὁ ὑψηλὸς τόπος. γειόλοφος δὲ διφθόγγως. Γηπόνοσ. ὁ γεωργός. παρὰ τὸ πονεῖν περὶ τὴν γῆν. gamma.434 Γήπαιδεσ. οἱ Λογγίβαρδοι. οἱονεὶ οἱ Γετῶν παῖδες. Γηρυόνησ. κύριον. Γηρυῶνοσ. κύριον. *Γηρινεῖοσ. βοῦς.* Γηῶραι. ἐπίμικτοι, τηρηταὶ τόπων. Γηών. ονομα ποταμοῦ. Γηραιόσ. ἀπὸ ἐτῶν ˉμˉζ εως ἐτῶν ˉξˉη. Γηώρασ. ὁ ἀλλότριος. τοῦ Ψελλοῦ· γηώρας ὁ ἀλλότριος καὶ γέρδης ὁ ὑφάντης. (Θηλυκόν.) Γῆ. εν τῶν τεσσάρων στοιχείων ἐστί. ξηρόν τε ψυχρὸν βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ οντος εἰς τὸ ειναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ης τὴν εδραν καὶ τὴν βάσιν οὐδεὶς τῶν ἀνθρώπων εἰπεῖν δεδύνηται. οἱ μὲν γὰρ ἐπὶ ὑδάτων φασὶν ηδρασται τὴν γῆν καὶ πεπῆχθαι αὐτὴν, ἐκ τοῦ τὸν θεῖον ∆αβὶδ λέγειν· τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. οἱ δὲ, ἐπὶ τοῦ ἀέρος. αλλος δέ φησιν· ὁ ἑδράσας τὴν γῆν ἐπ' οὐδενός. καὶ πάλιν ὁ ∆αβὶδ ὡς ἐκ προσώπου τοῦ δημιουργοῦ· ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους ὀνομάσας. τὸ δὲ, ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, δηλοῖ τὸ πάντοθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ υδατος φύσιν. γῆ δὲ ειρηται παρὰ τὸ γῶ τὸ χωρῶ, ἡ πάντα χωροῦσα. τοῦτο παρὰ τὸ χῶ, ἀφ' ου παράγωγον χείω, οιον· οὐδὸς ἀμφοτέρους ωδε χείσεται. καὶ τροπῇ τοῦ ˉχ εἰς ˉγ γῶ. gamma.435 Γηθοσύνη. ἡ χαρά. παρὰ τὸ γῆ γίνεται γηθῶ καὶ γηθήσω, γηθόσυνος, γηθοσύνη, ἐπεὶ ἡ γῆ θάλλουσα τοῖς καρποῖς χαίρειν ἡμᾶς ποιεῖ. Γήθουσα. πόλις Λιβύης. τὸ ἐθνικὸν Γηθουσαῖος η Γηθούσιος η Γηθουσίτης. Γηθυλλήσ. λάχανον πράσῳ ομοιον, ο τινες λέγουσιν ἀμπελόπρασον. Γῆ ζώντων. ὁ προσδοκώμενος βίος, ὡς τοῦ θανάτου κεχωρισμένος καὶ ἐλεύθερος λύπης. Γῆν ἰλλομένην. συγκεκλεισμένην. ἰλλάδες γὰρ οἱ δεσμοί. Γηραλέα. ἡ γραῦς. Γῆρυσ. ἡ φωνή. καὶ γαρύω τὸ φωνῶ. γῆρυς δὲ παρὰ τὸ γέρας· ἡ γὰρ φωνὴ τοῖς γέρουσιν επεται. Γῆς βάροσ. ἐπὶ τῶν εἰς μηδὲν συντελούντων. (Οὐδέτερον.) Γήδιον. ἡ μικρὰ γῆ. τριῶν οντων τῶν πρωτοτύπων, ἀπὸ τοῦ γῆ καὶ τοῦ γαῖα καὶ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἐκ ποίου τούτων γέγονε τὸ γήδιον; λέγει δὲ ὁ ∆ίδυμος, οτι γέα διὰ τοῦ ε ψιλοῦ, καὶ κλίνεται γέας, καὶ ἐκ τούτου γίνεται γείδιον διὰ τῆς ˉεˉι διφθόγγου, καὶ κατ' εκτασιν ἀττικὴν τοῦ ˉε εἰς ˉη γήδιον, ὡς τὸ εἰκάζω, ηκαζον. Γήπεδον. τὸ πρὸς